Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 14

58 Ἁρποκρατίων δὲ ὁ Μενδήσιος ἐν τῷ περὶ Πλακούντων τὴν παρ’ Ἀλεξανδρεῦσι καλουμένην παγκαρπίαν καλεῖ. ᾽ἴτρια δ’ ἐστὶ ταῦτα συντεθρυμμένα μετὰ μέλιτος ἑψόμενα· καὶ μετὰ τὴν ἕψησιν σφαιρηδὸν συντεθέντα περιδεῖται βύβλῳ λεπτῇ ἕνεκα τοῦ συμμένειν.
58 Πόλτου δὲ μνημονεύει Ἀλκμὰν οὕτως· ἤδη παρέξει πυάνιόν τε πολτὸν ὁ χίδρον τε λευκὸν κηρίναν τ’ ὀπώραν. ἐστὶ δὲ τὸ πυάνιον, ὥς φησι Σωσίβιος, πανσπερμία ἐν γλυκεῖ ἡψημένη· χίδρον δὲ οἱ ἑφθοὶ πυροί. κηρίναν δὲ ὀπώραν λέγει τὸ μέλι. καὶ Ἐπίχαρμος δὲ οὕτως λέγει ἐν Γῇ καὶ Θαλάσσῃ· πολτὸν ἕψειν ὄρθριον. καὶ τῶν καλουμένων δὲ μελικηρίδων μνημονεύει Φερεκράτης ἐν Αὐτομόλοις οὕτως · ὥσπερ τῶν αἰγιδίων ὄζειν ἐκ τοῦ στόματος μελικήρας.
59 λεχθέντων καὶ τούτων ὁ σοφὸς Οὐλπιανὸς ἔφη· πόθεν ὑμῖν, ὦ πολυμαθέστατοι γραμματικοί, καὶ ἐκ ποίας βιβλιοθήκης ἀνεφάνησαν οἱ σεμνότατοι οὗτοι συγγραφεῖς Χρύσιππος καὶ Ἁρποκρατίων, διαβάλλοντες καλῶν ὀνόματα φιλοσόφων τῇ ὁμωνυμίᾳ τίς; δὲ καὶ ἡμίναν Ἑλλήνων ὠνόμασεν ἢ τίς ἀμύλου μνημονεύει; ἀπαντήσαντος δ’ αὐτῷ τοῦ Λαρηνσίου καὶ εἰπόντος· τὴν μὲν ἡμίναν οἱ τὰ εἰς Ἐπίχαρμον ἀναφερόμενα ποιήματα πεποιηκότες οἴδασι, κἀν τῷ Χείρωνι ἐπιγραφομένῳ οὕτως λέγεται· καὶ πιεῖν ὕδωρ διπλάσιον χλιαρόν, ἡμίνας δύο, τὰ δὲ ψευδεπιχάρμεια ταῦτα ὅτι πεποιήκασιν ἄνδρες ἔνδοξοι Χρυσόγονός τε ὁ αὐλητής, ὥς φησιν Ἀριστόξενος ἐν ὀγδόῳ Πολιτικῶν Νόμων, τὴν Πολιτείαν ἐπιγραφομένην Φιλόχορος δ’ ἐν τοῖς περὶ Μαντικῆς Ἀξιόπιστον τὸν εἴτε Λοκρὸν γένος ἢ Σικυώνιον τὸν Κανόνα καὶ τὰς Γνώμας πεποιηκέναι φησίν. ὁμοίως δὲ ἱστορεῖ καὶ Ἀπολλόδωρος, τοῦ δὲ ἀμύλου μνημονεύει Τηλεκλείδης ἐν Στερροῖς οὑτωσὶ λέγων ι φιλῶ πλακοῦντα θερμόν, ἀχράδας οὐ φιλῶ, χαίρω λαγῴοις ἐπ’ ἀμύλῳ καθημένοις.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi