Kitap 14
64
ῥοῶν] δὲ σκληροκόκκων, τῶν γὰρ ἀπυρήνων Ἀριστοφάνης ἐν Γεωργοῖς μνημονεύει, καὶ ἐν Ἀναγύρῳ · πλὴν ἀλεύρου καὶ ῥόας. καὶ ἐν Γηρυτάδῃ. Ἕρμιππος δ’ ἐν Κέρκωψί φησιν ἤδη τεθέασαι κόκκον ἐν χιόνι ῥόας; ῥοίδιον μέντοι ὡς βοίδιον τὸ ὑποκοριστικόν. Ἀντιφάνης ἐν Βοιωτίδι. ἐνεγκεῖν ἐξ ἀγροῦ μοι τῶν ῥοιῶν τῶν σκληροκόκκων. Ἐπίλυκος Κωραλίσκῳ· μῆλα καὶ ῥόας λέγεις, Ἄλεξις Μνηστῆρσιν· ῥόαν γὰρ ἐκ τῆς χειρὸς αὐτῶν. σίδας δ’ ὅτι τὰς ῥοιὰς καλοῦσι Βοιωτοὶ Ἀγαθαρχίδης ἐν τῇ ἐννεακαιδεκάτῃ τῶν Εὐρωπιακῶν οὕτως γράφει· ἀμφισβητούντων Ἀθηναίων πρὸς Βοιωτοὺς περὶ τῆς χώρας ἣν καλοῦσι Σίδας, Ἐπαμινώνδας δικαιολογούμενος ἐξαίφνης ἐκ τῆς ἀριστερᾶς μεταλαβὼν κεκρυμμένην ῥόαν καὶ δείξας ἤρετο τί καλοῦσι τοῦτο. τῶν δ’ εἰπόντων ῥόαν ἀλλ’ ἡμεῖς, εἶπε, σίδαν ὁ δὲ τόπος τοῦτ’ ἔχει τὸ φυτὸν ἐν αὑτῷ πλεῖστον, ἀφ’ οὗ τὴν ἐξ ἀρχῆς εἴληφε προσηγορίαν· καὶ ἐνίκησεν. Μένανδρος δ’ ἐν Αὑτὸν Τιμωρουμένῳ ῥοίδια αὐτὰς ὠνόμασεν διὰ τούτων μετ’ ἄριστον γὰρ ὡς ἀμυγδάλας ἐγὼ παρέθηκα καὶ τῶν ῥοιδίων ἐτρώγομεν. λέγεται δέ τι καὶ φυτὸν σίδη ὅμοιον ῥοιᾷ, γινόμενον ἐν τῇ περὶ Ὀρχομενὸν λίμνῃ ἐν αὐτῷ τῷ ὕδατι, οὗ τὰ μὲν φύλλα τὰ πρόβατα ἐσθίει, τὸν δὲ βλαστὸν αἱ ὕες, ὡς ἱστορεῖ Θεόφραστος ἐν τετάρτῳ περὶ φυτῶν, γίνεσθαι λέγων κἀν τῷ Νείλῳ ὁμώνυμόν τι αὐτῇ ἄνευ ῥιζῶν.