Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 14

66 Μελανιππίδης δ’ ὁ Μήλιος ἐν ταῖς Δαναίσιν φοίνικας τὸν καρπὸν οὕτως ὀνομάζει τὸν λόγον ποιούμενος περὶ αὐτῶν τῶν Δαναίδων· οὐ γὰρ ἀνθρώπων φόρευν μορφᾶεν εἶδος, ὁ οὐδὲ τὰν αὐδὰν γυναικείαν ἔχον ἀλλ’ ἐν ἁρμάτεσσι διφρούχοις ἐγυμνάζοντ’ ἀν’ εὐήλι’ ἄλσεα πολλάκι θήραις φρένα τερπόμεναι, πολλάκι δὲ ἱερόδακρυν λίβανον εὐώδεις τε φοίνικας κασίαν τε ματεῦσαι, τέρενα Συρίας σπέρματα. καὶ Ἀριστοτέλης ἐν τῷ περὶ Φυτῶν οὕτως· φοινίκων ἀνόρχων, οὕς τινες εὐνούχους καλοῦσιν, οἱ δ’ ἀπυρήνους. φοίνικα δὲ τὸν καρπὸν καὶ Ἑλλάνικος κέκληκεν ἐν τῇ εἰς Ἄμμωνος Ἀναβάσει, εἰ γνήσιον τὸ σύγγραμμα, καὶ Φόρμος ὁ κωμικὸς ἐν Ἀταλάνταις. περὶ δὲ τῶν Νικολάων καλουμένων φοινίκων τοσοῦτον ὑμῖν εἰπεῖν ἔχω τῶν ἀπὸ τῆς Συρίας καταγομένων, ὅτι ταύτης τῆς προσηγορίας ἠξιώθησαν ὑπὸ τοῦ Σεβαστοῦ αὐτοκράτορος σφόδρα χαίροντος τῷ βρώματι, Νικολάου τοῦ Δαμασκηνοῦ ἑταίρου ὄντος αὐτῷ καὶ πέμποντος φοίνικας συνεχῶς . τῶν ἀπὸ τοῦ περιπάτου δ’ ὢν ὁ Νικόλαος καὶ ἱστορίαν συνέγραψεν, πολλήν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi