Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 14

67 ἰσχάδες. σφόδρα τῶν ἰσχάδων ἐθαυμάζοντο αἱ Ἀττικαί. Δίνων γοῦν ἐν τοῖς Περσικοῖς φησιν παρετίθεντο δ’ ἐπὶ τῆς τραπέζης τῆς βασιλέως ὅσα ἡ γῆ βρώματα φέρει ἧς ἄρχει βασιλεύς, ἀφ᾽· ἑκάστου ὅσον ἀπαρχήν. ξενικῷ δὲ οὐδενὶ οὔτε βρώματι οὔτε ποτῷ ᾤετο δεῖν ὁ Ξέρξης τοὺς βασιλεῖς χρῆσθαι· ὅθεν καὶ νόμος τις ὕστερον ἐγένετο, εἰσενέγκαντος γάρ ποτε τῶν εὐνούχων τινὸς ἐν τοῖς λοιποῖς τραγήμασιν ἰσχάδας Ἀττικάς, ἐρωτῆσαι ποταπαὶ εἶεν. ἐπεὶ δὲ ἐπύθετο ἐξ Ἀθηνῶν, τοὺς ἀγοραστὰς ἐκώλυεν ὠνεῖσθαι, ἕως ἂν ἐξουσία γένηται αὑτῷ λαμβάνειν ὅταν ἐθέλῃ καὶ μὴ ἀγοράζειν. λέγεται δὲ τὸν εὐνοῦχον ἐπίτηδες τοῦτο ποιῆσαι, ἵνα αὐτὸν ὑπομνήσῃ τῆς ἐπὶ τὰς Ἀθήνας στρατείας. Ἄλεξις δ’ ἐν Κυβερνήτῃ φησὶν εἰσέβαινον ἰσχάδες, τὸ παράσημον τῶν Ἀθηνῶν, καὶ θύμου δέσμαι τινές. Λυγκεὺς δὲ ἐν τῇ πρὸς τὸν κωμικὸν Ποσείδιππον ἐπιστολῇ ἐν τοῖς τραγικοῖς, φησίν, πάθεσιν Εὐριπίδην νομίζω Σοφοκλέους οὐδὲν διαφέρειν ἐν δὲ ταῖς ἰσχάσι τὰς Ἀττικὰς τῶν ἄλλων πολὺ προέχειν. κἀν τῇ πρὸς Διαγόραν δὲ Ἐπιστολῇ γράφει οὕτως· ἡ δὲ γῆ ταῖς μὲν χελιδονείοις ἰσχάσιν ἀντιπαρατιθεῖσα τὰς Βριγινδαρίδας καλουμένας, τῷ μὲν ὀνόματι βαρβαριζούσας, ταῖς δὲ ἡδοναῖς οὐδὲν ἧττον ἐκείνων ἀττικιζούσας. Φοινικίδης δ᾽· ἐν Μισουμένῃ φησὶν μύρτων λέγουσιν καὶ μέλιτος ἐγκώμια καὶ τῶν προπυλαίων καὶ τέταρτον ἰσχάδων. τούτων ἐγευσάμην καταπλεύσας εὐθέωσ—β. καὶ τῶν προπυλαίων; α. κοὐδὲν ἦν τούτων ὅλως πρὸς ἀτταγῆνα συμβαλεῖν τῶν βρωμάτων . ἐν τούτοις τηρητέον καὶ τὴν τοῦ ἀτταγῆνος μνήμην. Φιλήμων δ’ ἐν τῷ περὶ τῶν Ἀττικῶν Ὀνομάτων Αἰγιλίδας φησὶν εἶναι τὰς καλλίστας ἰσχάδας· Αἴγιλα δ’ εἶναι δῆμον τῆς Ἀττικῆς ἀπὸ Αἰγίλου τινὸς ἥρωος ὠνομασμένον χελιδονίας δὲ καλεῖσθαι τὰς ἐρυθρομελαίνας ἰσχάδας. Θεόπομπος δ’ Εἰρήνῃ τὰς Τειθρασίας ἐπαινῶν ἰσχάδας φησὶν οὕτως· μᾶζαι πλακοῦντες, ἰσχάδες Τειθράσιαι. οὕτω δὲ ἦσαν περισπούδαστοι πᾶσιν ἀνθρώποις αἱ ἰσχάδες ὄντως γὰρ κατὰ τὸν Ἀριστοφάνην οὐδὲν γὰρ ὄντως γλυκύτερον τῶν ἰσχάδων· ὡς καὶ Ἀμιτροχάτην τὸν τῶν Ἰνδῶν βασιλέα γράψαι Ἀντιόχῳ ἀξιοῦντα, φησὶν Ἡγήσανδρος, πέμψαι αὐτῷ γλυκὺν καὶ ἰσχάδας καὶ σοφιστὴν ἀγοράσαντα. καὶ τὸν Ἀντίοχον ἀντιγράψαι· ἰσχάδας μὲν καὶ γλυκὺν ἀποστελοῦμέν σοι, σοφιστὴν δ’ ἐν Ἕλλησιν οὐ νόμιμον πωλεῖσθαι. ὅτι δὲ καὶ πεφωσμένας ἰσχάδας ἤσθιον Φερεκράτης δείκνυσιν ἐν Κοριαννοῖ λέγων οὕτως· ἀλλ᾽ ἰσχάδας μοι πρόελε τῶν πεφωσμένων. καὶ μετ’ ὀλίγα δέ· οὐκ ἰσχάδας οἴσεις τῶν μελαινῶν; μανθάνεις, ἐν τοῖς Μαριανδυνοῖς ἐκείνοις βαρβάροις χύτρας καλοῦσι τὰς μελαίνας ἰσχάδας. οἶδα δὲ καὶ Πάμφιλον εἰρηκότα πρόκνιδας γένος ἰσχάδων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi