Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 14

69 ἐπεὶ δὲ πολλάκις ὑμῖν εἴρηται περί τε κρεῶν καὶ ὀρνίθων καὶ περιστεριδίων, ἔρχομαι κἀγὼ λέξων ὅσα ἐκ πολυαναγνωσίας εὑρεῖν ἠδυνήθην παρὰ τὰ προειρημένα.
69 περιστέριον οὕτως ἔστιν εὑρεῖν εἰρημένον παρὰ Μενάνδρῳ ἐν Παλλακῇ· μικρὸν ἐπιμείνας προστρέχει, ἠγόρακά σοι περιστέρια ταδί ὁ λέγων, ὁμοίως Νικόστρατος Ἅβρᾳ· ταῦτ’ ἀξιῶ· τοὐρνιθάριον, τὸ περιστέριον, τὸ γάστριον· Ἀναξανδρίδης ἐν Ἀντέρωτι· περιστέρια γὰρ εἰσάγων καὶ στρουθία. Φρύνιχος Τραγῳδοῖς · περιστέριον δ’ αὐτῷ τι λαβὲ τριωβόλου.
69 Φασιανικός . Πτολεμαῖος ὁ βασιλεὺς ἐν τῷ δωδεκάτῳ τῶν Ὑπομνημάτων περὶ τῶν ἐν Ἀλεξανδρείᾳ βασιλείων λέγων καὶ περὶ τῶν ἐν αὐτοῖς ζῴων τρεφομένων φησίν τά τε τῶν φασιανῶν, οὓς τετάρους ὀνομάζουσιν οὓς οὐ μόνον ἐκ Μηδίας μετεπέμπετο, ἀλλὰ καὶ νομάδας ὄρνιθας ὑποβαλὼν ἐποίησε πλῆθος, ὥστε καὶ σιτεῖσθαι· τὸ γὰρ βρῶμα πολυτελὲς ἀποφαίνουσιν. αὕτη ἡ τοῦ λαμπροτάτου βασιλέως φωνή, ὃς οὐδὲ φασιανικοῦ ὄρνιθός ποτε γεύσασθαι ὡμολόγησεν, ἀλλ’ ὥσπερ τι κειμήλιον ἀνακείμενον εἶχε τούσδε τοὺς ὄρνιθας, εἰ δὲ ἑωράκει ὡς ἡμῶν ἑκάστῳ εἷς ἐστι παρακείμενος χωρὶς τῶν ἤδη κατανηλωμένων, προσαναπεπληρώκει ἂν ταῖς πολυθρυλήτοις ἱστορίαις τῶν Ὑπομνημάτων τούτων τῶν εἰκοσιτεσσάρων καὶ ἄλλην μίαν. Ἀριστοτέλης δὲ ἢ Θεόφραστος ἐν τοῖς Ὑπομνήμασι· τῶν φασιανῶν, φησίν, οὐ κατὰ λόγον ἡ ὑπεροχὴ τῶν ἀρρένων, ἀλλὰ πολλῷ μείζων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi