Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 14

73 περὶ δὲ λαγών Χαμαιλέων φησὶν τῷ περὶ Σιμωνίδου ὡς δειπνῶν παρὰ τῷ Ἱέρωνι ὁ Σιμωνίδης , οὐ παρατεθέντος αὐτῷ ἐπὶ τὴν τράπεζαν καθάπερ καὶ τοῖς ἄλλοις λαγωοῦ, ἀλλ’ ὕστερον μεταδιδόντος τοῦ Ἱέρωνος, ἀπεσχεδίασεν· οὐδὲ γὰρ οὐδ’ εὐρύς περ ἐὼν ἐξίκετο δεῦρο. ὄντως δ’ ἦν ὡς ἀληθῶς κίμβιξ ὁ Σιμωνίδης καὶ αἰσχροκερδής, ὡς Χαμαιλέων φησίν. ἐν Συρακούσαις γοῦν τοῦ Ἱέρωνος ἀποστέλλοντος αὐτῷ τὰ καθ’ ἡμέραν λαμπρῶς πωλῶν τὰ πλείω ὁ Σιμωνίδης τῶν παρ’ ἐκείνου πεμπομένων ἑαυτῷ μικρὸν μέρος ἀπετίθετο. ἐρομένου δέ τινος τὴν αἰτίαν ὅπως, εἶπεν, ἥ τε Ἱέρωνος μεγαλοπρέπεια καταφανὴς ᾖ καὶ ἡ ἐμὴ κοσμιότης.
73 οὔθατος δὲ Τηλεκλείδης ἐν Στερροῖς οὕτως μνημονεύει· ὡς οὖσα θῆλυς εἰκότως οὖθαρ φέρω. ὑπογάστριον δ’ αὐτὸ ὠνόμασεν Ἀντίδοτος ἐν Μεμψιμοίρῳ.
74 σιτευτῶν δὲ ὀρνίθων μὲν μνημονεύει Μάτρων ἐν ταῖς Παρῳδίαις οὕτως· ὣς ἔφαθ’· οἱ δ’ ἐγέλασσαν, ἐπήνεικάν τ’ ἐπὶ τούτῳ σιτευτὰς ὄρνιθας ἐπ’ ἀργυρέοισι πίναξιν, ἄτριχας, οἰέτεας, λαγάνοις κατὰ νῶτον ἐίσας. δελφάκων δὲ σιτευτῶν ὁ φλυακογράφος Σώπατρος ἐν Βακχίδος Γάμῳ οὕτως· εἴ που κλίβανος ἦν, πολὺ δέλφαξ σιτευτὸς ἔγρυξεν. δελφάκια δὲ Αἰσχίνης εἴρηκεν ἐν Ἀλκιβιάδῃ οὕτως· ὥσπερ αἱ καπηλίδες τὰ δελφάκια τρέφουσιν. Ἀντισθένης δ’ ἐν Φυσιογνωμονικῷ· καὶ γὰρ ἐκεῖναι τὰ δελφάκια πρὸς βίαν χορτάζουσιν. καὶ ἐν Προτρεπτικῷ δέ· ἀντὶ δελφακίων τρέφεσθαι. δέλφακα δὲ ἀρσενικῶς εἴρηκεν Πλάτων ἐν Ποιητῇ· δέλφακα δ’ ὡραιότατον. Σοφοκλῆς Ὕβρει· ἐσθίειν ἐθέλων τὸν δέλφακα. Κρατῖνος Ὀδυσσεῦσιν δέλφακας μεγάλους, θηλυκῶς δὲ Νικοχάρης ἔφη· κύουσαν δέλφακα. καὶ Εὔπολις Χρυσῷ Γένει· οὐκ, ἀλλ’ ἔθυον δέλφακ’ ἔνδον θἠστίᾳ καὶ μάλα καλήν. καὶ Πλάτων Ἰοῖ· πρόσφερε δεῦρο δὴ τὴν κεφαλὴν τῆς δέλφακος. Θεόπομπος Πηνελόπῃ· καὶ τὴν ἱερὰν σφάττουσιν ἡμῶν δελφάκα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi