Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 14

77 τοιαῦτά τινα ἔτι τοῦ Οὐλπιανοῦ διαλεγομένου ἐπελθὼν εἷς ἐκείνων τῶν σοφιστῶν μαγείρων ἐκήρυσσε μῦμα. καὶ πολλῶν ξενιζομένων ἐπὶ τῷ κηρύγματι — οὐ γὰρ ἐδείκνυεν ὁ στιγματίας ὅ τι ἦν — ἔφη· ‘ἀγνοεῖν μοι δοκεῖτε, ὦ ἄνδρες δαιταλῆς, ὅτι καὶ Κάδμος ὁ τοῦ Διονύσου πάππος μάγειρος ἦν.’ σιωπησάντων δὲ καὶ ἐπὶ τούτῳ πάντων ‘Εὐήμερος, ἔφη, ὁ Κῷος ἐν τῷ τρίτῳ τῆς Ἱερᾶς Ἀναγραφῆς τοῦθ’ ἱστορεῖ, ὡς Σιδωνίων λεγόντων τοῦτο, ὅτι Κάδμος μάγειρος ὢν τοῦ βασιλέως καὶ παραλαβὼν τὴν Ἁρμονίαν αὐλητρίδα καὶ αὐτὴν οὖσαν τοῦ βασιλέως ἔφυγεν σὺν αὐτῇ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi