Kitap 14
81
καὶ Ἄλεξις δ’ ἐν Λεβητίῳ δηλοῖ ὅτι ἡ μαγειρική τέχνη ἐπιτήδευμα ἦν ἐλευθέρων· πολίτης γάρ τις οὐ ταπεινὸς ἐν αὐτῷ δείκνυται ὁ μάγειρος, καὶ οἱ τὰ Ὀψαρτυτικὰ δὲ συγγράψαντες ʽ Ἡρακλείδης τε καὶ Γλαῦκος ὁ Λοκρὸς οὐχ ἁρμόττειν φασὶ δούλοισι τὴν μαγειρικήν, ἀλλ’ οὐδὲ τοῖς τυχοῦσι τῶν ἐλευθέρων. ἐκσεμνύνει δὲ τὴν τέχνην καὶ ὁ νεώτερος Κρατῖνος ἐν τοῖς Γίγασι λέγων ἐνθυμεῖ δὲ τῆς γῆς ὡς γλυκὺ ὄζει καπνὸς τ’ ἐξέρχετ’ εὐωδέστερος; οἰκεῖ τις, ὡς ἔοικεν, ἐν τῷ χάσματι λιβανωτοπώλης ἢ μάγειρος Σικελικός, β. παραπλησίαν ὀσμὴν λέγεις ἀμφοῖν; καὶ Ἀντιφάνης δ’ ἐν Δυσπράτῳ ἐπαινῶν τοὺς Σικελικοὺς μαγείρους λέγει· Σικελῶν δὲ τέχναις ἡδυνθεῖσαι δαιτὸς διαθρυμματίδες. καὶ Μένανδρος ἐν Φάσματι· ἐπισημαίνεσθ’ ἐὰν ἡ σκευασία καθάρειος ᾖ καὶ ποικίλη. Ποσείδιππος ἐν Ἀναβλέποντι· ἐγὼ μάγειρον λαμβάνων ἀκήκοα τὰ τῶν μαγείρων πάνθ’ ἃ καθ’ ἑκάστου. κακὰ ἀντεργολαβοῦντος· ἔλεγον ὁ μὲν ὡς οὐκ ἔχει ῥῖνα κριτικὴν πρὸς τοὔψον, ὁ δὲ ὅτι τὸ στόμα πονηρόν, ὁ δὲ τὴν γλῶτταν εἰς ἀσχήμονας ἐπιθυμίας ἐμίαινε τῶν ἡδυσμάτων, κάθαλος, κάτοξος, χναυστικός, προσκαυστικός , καπνὸν οὐ φέρων, πῦρ οὐ φέρων, ἐκ τοῦ πυρὸς εἰς τὰς μαχαίρας ἦλθον ὧν εἷς οὑτοσὶ διὰ τῶν μαχαιρῶν τοῦ πυρὸς τ’ ἐλήλυθεν. Ἀντιφάνης δ’ ἐν Φιλώτιδι τὴν σοφίαν τῶν μαγείρων ἐμφανίζων φησὶν οὐκοῦν τὸ μὲν γλαυκίδιον, ὥσπερ ἄλλοτε, ἕψειν ἐν ἅλμῃ φημί. β. τὸ δὲ λαβράκιον; α. ὀπτᾶν ὅλον. β. τὸν γαλεόν; α. ἐν ὑποτρίμματι ζέσαι. β. τὸ δὲ ἐγχέλειον; α. ἅλες, ὀρίγανον, ὕδωρ. β. ὁ γόγγρος; α, ταὐτόν. β. ἡ βατίς; α. χλόη. β. πρόσεστι θύννου τέμαχος. α. ὀπτήσεις. β. κρέας ἐρίφειον; α. ὀπτόν. β. θάτερον; α. τἀναντία. β. ὁ σπλήν; α. σεσάχθω. β. νῆστις; α. ἀπολεῖ μ᾽ οὑτοσί. ἀοιδίμων δ᾽ ὀψαρτυτῶν ὀνόματα καταλέγει Βάτων ἐν Εὐεργέταις οὕτως εὖ γ᾽, ὦ Σιβύνη, τὰς νύκτας οὐ καθεύδομεν οὐδ’ ἀνατετράμμεθ᾽, ἀλλὰ καίεται λύχνος, καὶ βιβλίον ἐν ταῖς χερσί, καὶ φροντίζομεν τί Σόφων καταλέλοιπ’ ἢ τί Σημωνακτίδης ὁ Χῖος ἢ Τυνδάριχος ὁ Σικυώνιος, ἢ Ζωπυρῖνος. β. αὐτὸς εὕρηκας δὲ τί; α. τὰ μέγιστα. β. ποῖα ταῦτα; α. τοὺς τεθνηκότας