Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 14

82 ἐγὼ δὲ τοιουτονὶ βρῶμα ὑμῖν, ἄνδρες φίλοι, τὸ μῦμα φέρω. περὶ οὗ Ἀρτεμίδωρος μὲν ὁ Ἀριστοφάνειος ἐν Ὀψαρτυτικαῖς Γλώσσαις φησὶν ὅτι σκευάζεται ἐκ κρεῶν καὶ αἵματος, πολλῶν ἀρτυμάτων συνεμβαλλομένων. ᾽ Ἐπαίνετος δ’ ἐν Ὀψαρτυτικῷ λέγει ταῦτα· μῦμα δὲ παντὸς ἱερείου, καὶ ὄρνιθος δὲ χρὴ ποιεῖν τὰ ἁπαλὰ τῶν κρεῶν μικρὰ συντεμόντα καὶ τὰ σπλάγχνα καὶ τὸ ἔντερον καὶ τὸ αἷμα διαθρύψαντα καὶ ἀρτύσαντα ὄξει, τυρῷ ὀπτῷ, σιλφίῳ, κυμίνῳ, θύμῳ χλωρῷ καὶ ξηρῷ, θύμβρᾳ, κοριάννῳ χλωρῷ τε καὶ ξηρῷ, καὶ γητείῳ καὶ κρομμύῳ καθαρῷ πεφωσμένῳ ἢ μήκωνι καὶ σταφίδι ἢ μέλιτι καὶ ῥόας ὀξείας κόκκοις. εἶναι δέ σοι τὸ αὐτὸ μῦμα καὶ ὄψου.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi