Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 14

8 Πρατίνας δὲ ὁ Φλιάσιος αὐλητῶν καὶ χορευτῶν μισθοφόρων κατεχόντων τὰς ὀρχήστρας ἀγανακτήσας ἐπὶ τῷ τοὺς αὐλητὰς μὴ συναυλεῖν τοῖς χοροῖς, καθάπερ ἦν πάτριον, ἀλλὰ τοὺς χοροὺς συνᾴδειν τοῖς αὐληταῖς· ὃν οὖν εἶχεν κατὰ τῶν ταῦτα ποιούντων θυμὸν ὁ Πρατίνας ἐμφανίζει διὰ τοῦδε τοῦ Ὑπορχήματος· τίς ὁ θόρυβος ὅδε; τί τάδε τὰ χορεύματα; τίς ὕβρις ἔμολεν ἐπὶ Διονυσιάδα πολυπάταγα θυμέλαν; ἐμός, ἐμὸς ὁ Βρόμιος, ἐμὲ δεῖ κελαδεῖν, ἐμὲ δεῖ παταγεῖν ἀν’ ὄρεα σύμενον μετὰ Ναιάδων οἷά τε κύκνον ἄγοντα· ποικιλόπτερον μέλος. τὰν ἀοιδὰν κατέστασε Πιερὶς βασίλειαν· ὁ δ’ αὐλὸς ὕστερον χορευέτω · καὶ γάρ ἐσθ’ ὑπηρέτας· κώμῳ ὁ μόνον θυραμάχοις τε πυγμαχίαισι νέων θέλοι παροίνων ἔμμεναι στρατηλάτας. παῖε τὸν φρυνέου ποικίλου πνοὰν ἔχοντα, φλέγε τὸν ὀλεσισιαλοκάλαμον λαλοβαρύοπα παραμελορυθμοβάταν θῆτα τρυπάνῳ δέμας πεπλασμένον. ἢν ἰδού· ἅδε σοι δεξιᾶς καὶ ποδὸς διαρριφά, θριαμβοδιθύραμβε κισσόχαιτ’ ἄναξ· ἄκουε τὰν ἐμὰν Δώριον χορείαν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi