Kitap 14
84
καὶ ὁ Ἀρτεμίδωρος ἐν ταῖς Ὀψαρτυτικαῖς Γλώτταις τὴν ματτύην ἀποφαίνει κοινὸν εἶναι πάντων ὄνομα τῶν πολυτελῶν ἐδεσμάτων, γράφων οὕτως· ἔστι τις ὄρνιθος ματτύης. ἐσφάχθω μὲν διὰ τοῦ στόματος εἰς τὴν κεφαλήν, ἔστω δὲ ἕωλος καθάπερ ὁ πέρδιξ· ἐὰν δὲ θέλῃς, ὡς ἔχει αὐτοῖς πτεροῖς ἐᾶν, μὴ τετιλμένην. εἶτα τὸν τρόπον ἐκθεὶς τῆς ἀρτύσεως καὶ τῆς ἑψήσεως ἐπιφέρει εὐθύς· καὶ νομάδα παχεῖαν ἕψε καὶ νεοσσοὺς τῶν ἤδη κοκκυζόντων, ἐὰν θέλῃς παρὰ πότον χρῆσθαι. εἶτ’ ἐξελὼν τὰ λάχανα εἰς τρυβλίον καὶ τῆς ὄρνιθος τῶν κρεῶν ἐπιθεὶς παρατίθει· τοῦ θέρους ἀντὶ τοῦ ὄξους τῆς ὄμφακος ἐμβαλὼν εἰς τὸν ζωμὸν ὡς ἔχει τοὺς βότρυς· ἐπειδὰν δὲ ἑφθὴ γένηται, ἔξελε μετὰ τοῦ βοτρυδίου πρὸ τοῦ τὸ γίγαρτον ἐξαφεῖναι, εἶθ’ οὕτως τὸ λάγανον κατάθρυπτε. οὗτος ματτύης ἐν τοῖς ἡδίστοις. ὅτι μὲν οὖν κοινὸν ἦν τοὔνομα τῶν πολυτελεστάτων ἐδεσμάτων φανερὸν ὅτι δὲ καὶ ὁ τρόπος τῆς τοιαύτης εὐωχίας ὁμοίως ἐλέγετο Φιλήμων φησὶν ἐν Ἁρπαζομένῳ· γυμνῷ φυλακὴν ἐπίταττε, καὶ διὰ τριῶν ποτηρίων με ματτύης εὐφραινέτω. καὶ ἐν Ἀνδροφόνῳ · πιεῖν τις ἡμῖν ἐγχεάτω καὶ ματτύην ποιεῖτε θᾶττον. Ἄλεξις δ’ ἐν Πυραύνῳ ἀμφιβόλως εἴρηκεν ἐγὼ δ’ ἐπειδὰν ἀσχολουμένους λάβω, ἀνέκραγον οὐ δώσει τις ἡμῖν ματτύην; ὥσπερ ἂν εἰ τὸ δεῖπνον ἔλεγεν πιθανὸν δὲ καὶ ἰδίως ἐπί τι τῶν ἐδεσμάτων ἀναφέρειν. Μάχων δ’ ὁ Σικυώνιος τῶν μὲν κατὰ Ἀπολλόδωρον τὸν Καρύστιον κωμῳδιοποιῶν εἷς ἐστι καὶ αὐτός· οὐκ ἐδίδαξεν δ’ Ἀθήνησι τὰς κωμῳδίας τὰς ἑαυτοῦ, ἀλλ’ ἐν Ἀλεξανδρείᾳ. ἦν δ’ ἀγαθὸς ποιητὴς εἴ τις ἄλλος τῶν μετὰ τοὺς ἑπτά· διόπερ ὁ γραμματικὸς Ἀριστοφάνης ἐσπούδασε συσχολάσαι αὐτῷ νέος ὤν. ἐποίησε δὲ καὶ οὗτος ἐν δράματι Ἀγνοίᾳ ταυτί· ἥδιον οὐδὲν ἐστί μοι τῆς ματτύης, τοῦτ’ εἴτε πρῶτοι Μακεδόνες τοῖς Ἀττικοῖς κατέδειξαν ἡμῖν εἴτε πάντες οἱ θεοί· οὐκ οἶδα· πλὴν γ’ ὅτι μουσικωτάτου τινός ὅτι δὲ ὕστατον καὶ ἐπὶ πᾶσιν εἰσεφέρετο Νικόστρατός φησιν ἐν Ἀπελαυνομένῳ. μάγειρος δ’ ἐστὶν ὁ διηγούμενος ὡς λαμπρὰν καὶ εὔτακτον παρεσκεύασεν εὐωχίαν προδιηγησάμενός τε οἷον ἦν τὸ ἄριστον καὶ τὸ δεῖπνον καὶ τρίτης μνησθεὶς παραθέσεως ἐπιφέρει· εὖ γ᾽, ἄνδρες, εὖ σφόδρ᾽, ἀλλὰ μὴν τῇ ματτύῃ οὕτω διαθήσω τὰ μετὰ ταῦθ’ ὥστ’ οἴομαι οὐδ’ αὐτὸν ἡμῖν τοῦτον· ἀντερεῖν ἔτι. καὶ ἐν Μαγείρῳ· θρῖον δὲ καὶ κάνδαυλον ἢ τούτων τι τῶν εἰς ματτύην οὐδέτερος εἶδε πώποτε. ἄλλος δὲ τίς φησιν περιφέρειν ματτύην καὶ ποδάριον καὶ γαστρίον τακερόν τι καὶ μήτρας ἴσως. Διονύσιος δ’ ἐν Ἀκοντιζομένῳ· μάγειρος ἐστὶν ὁ λέγων ὥστ’ ἐνίοτ’ ἂν τούτοισι ποιῶν ματτύην σπεύδων ἅμ’ εἰσήνεγκα διαμαρτὼν μίαν ἄκων περιφορὰν τῶν νεκρῶν ὡς τὸν νεκρόν. Φιλήμων ἐν Πτωχῇ· ἐξὸν ἀποσάττεσθαι δ’ ὅλην τὴν ἡμέραν, ποιοῦντα καὶ διδόντα ματτύας ἐκεῖ. Μόλπις δ’ ὁ Λάκων τὰ παρὰ τοῖς Σπαρτιάταις ἐπαίκλεια, ὅ σημαίνει τὰς ἐπιδειπνίδας, ματτύας φησὶ λέγεσθαι παρὰ τοῖς ἄλλοις. ὁ δὲ κυνικὸς Μένιππος ἐν τῷ ἐπιγραφομένῳ Ἀρκεσιλάῳ γράφει οὕτως· πότος ἦν ἐπικωμασάντων τινῶν καὶ ματτύην ἐκέλευσεν εἰσφέρειν Λάκαινάν τις· καὶ εὐθέως περιεφέρετο περδίκεια ὀλίγα καὶ χήνεια ὀπτὰ καὶ τρύφη πλακούντων. τὸ δὲ τοιοῦτον δεῖπνον οἱ μὲν Ἀττικοὶ προσηγόρευον ἐπιδόρπισμα, οἱ δὲ Δωριεῖς ἐπάικλον, τῶν δ’ ἄλλων Ἑλλήνων οἱ πλεῖστοι ἐπιδειπνίδα. τοσούτων καὶ περὶ τῆς ματτύης λεχθέντων ἔδοξεν ἀπιέναι· καὶ γὰρ ἑσπέρα ἦν ἤδη. διελύθημεν οὖν οὕτως.