Kitap 14
9
περὶ δὲ τῆς· αὐλῶν πρὸς λύραν κοινωνίας, ἐπεὶ πολλάκις καὶ αὐτὴ ἡμᾶς ἡ συναυλία ἔθελγεν, Ἔφιππος ἐν Ἐμπολῇ φησιν κοινωνεῖ γάρ, ὦ μειρακίδιον, ἡ ᾽ν τοῖσιν αὐλοῖς μουσικὴ κἀν τῇ λύρᾳ τοῖς ἡμετέροισι παιγνίοις. ὅταν γὰρ εὖ συναρμόσῃ τις τοῖς συνοῦσι τὸν τρόπον, τόθ’ ἡ μεγίστη τέρψις ἐξευρίσκεται. τὴν δὲ συναυλίαν τί ποτ’ ἐστὶν ἐμφανίζει Σῆμος ὁ Δήλιος ἐν ε# Δηλιάδος γράφων οὕτως· ἀγνοουμένης δὲ παρὰ πολλοῖς τῆς συναυλίας, λεκτέον. ἦν τις ἀγὼν συμφωνίας ἀμοιβαῖος αὐλοῦ καὶ ῥυθμοῦ, χωρὶς λόγου τοῦ προσμελῳδοῦντος. ἀστείως δὲ αὐτὴν Ἀντιφάνης φανερὰν ποιεῖ ἐν τῷ Αὐλητῇ λέγων· ποίαν, φράσον γάρ, ηδε τὴν συναυλίαν; β. ταύτην ἐπίστανται παρ’ ἀλλήλων ἔτι μαθόντες αὐλεῖν. ὥστε τοὺς αὐλοὺς σύ τε αὔτη τε λήψετ᾽, εἶθ’ ἃ μὲν σὺ τυγχάνεις αὐλῶν πέραινε, δέξεται δὲ τἄλλα σοι ἥδ᾽. οὗ τι κοινόν ἐστιν, οὗ χωρὶς πάλιν, συννεύματ᾽, οὐ προβλήμαθ᾽, οἷς σημαίνεται ἕκαστα. Λίβυν δὲ τὸν αὐλὸν προσαγορεύουσιν οἱ ποιηταί, φησὶ Δοῦρις ἐν β’ τῶν περὶ Ἀγαθοκλέα, ἐπειδὴ Σειρίτης δοκεῖ πρῶτος· εὑρεῖν τὴν αὐλητικὴν Λίβυς ἦν τῶν Νομάδων, ὃς καὶ κατηύλησεν τὰ μητρῷα πρῶτος. αὐλήσεων δ’ εἰσὶν ὀνομασίαι, ὥς φησι Τρύφων ἐν δευτέρῳ Ὀνομασιῶν, αἵδε· κῶμος, βουκολισμός, γίγγρας, τετράκωμος, ἐπίφαλλος, χορεῖος, καλλίνικος, πολεμικόν, ἡδύκωμος, σικιννοτύρβη, θυροκοπικόν τὸ δ’ αὐτὸ καὶ κρουσίθυρον, κνισμός, μόθων. ταῦτα δὲ πάντα μετ’ ὀρχήσεως ηὐλεῖτο.