Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 15

11 ταῦτ’ εἰπόντος τοῦ Δημοκρίτου ὁ Οὐλπιανὸς ἀποβλέψας πρὸς τὸν Κύνουλκον οἵῳ μ’ ὁ δαίμων, ἔφη, φιλοσόφῳ συνῴκισεν· — κατὰ τὸ Θεογνήτου τοῦ κωμῳδιοποιοῦ Φάσμα— ἐπαρίστερ᾽ ἔμαθες, ὦ πόνηρε, γράμματα· ἀνέστροφὲν σου τὸν βίον τὰ βιβλία· πεφιλοσόφηκας γῇ τε κοὐρανῷ λαλῶν, οἷς οὐδέν ἐστιν ἐπιμελὲς τῶν σῶν λόγων. πόθεν γάρ σοι καὶ ὁ τῶν συρβηνέων ἐπῆλθεν χορός τίς τῶν ἀξίων λόγου μέμνηται τοῦ μουσικοῦ τούτου χοροῦ; καὶ ὃς οὐ πρότερον, ἔφη, ὦ οὗτος, διδάξω σε πρὶν ἂν τὸν ἄξιον παρὰ σοῦ λάβω μισθόν. οὐ γὰρ ἐγὼ τὰς ἐκ τῶν βιβλίων ἀκάνθας ὥσπερ σὺ ἀναγινώσκων ἐκλέγω, ἀλλὰ τὰ χρησιμώτατα καὶ ἀκοῆς ἄξια. ἐπὶ τούτοις ὁ Οὐλπιανὸς δυσχεράνας ἀνεβόησεν τὰ ἐξ Ὕπνου Ἀλέξιδος· οὐδ’ ἐν Τριβαλλοῖς ταῦτὰ γ’ ἐστὶν ἔννομα· οὗ φασι τὸν θύοντα τοῖς κεκλημένοις δείξαντ’ ἰδεῖν τὸ δεῖπνον εἰς τὴν αὔριον πωλεῖν ἀδείπνοις ἃ παρέθηκ’ αὐτοῖς ἰδεῖν. τὰ αὐτὰ ἰαμβεῖα φέρεται καὶ παρὰ Ἀντιφάνει ἐν Ὕπνῳ. καὶ ὁ Κύνουλκος· ἐπεὶ περὶ στεφάνων ζητήσεις ἤδη γεγόνασιν, εἰπὲ ἡμῖν τίς ἐστιν ὁ παρὰ τῷ χαρίεντι Ἀνακρέοντι Ναυκρατίτης στέφανος, ὦ Οὐλπιανέ. φησὶν γὰρ οὕτως ὁ μελιχρὸς ποιητής· στεφάνους δ’ ἀνὴρ τρεῖς ἕκαστος εἶχεν, τοὺς μὲν ῥοδίνους, τὸν δὲ Ναυκρατίτην. καὶ διὰ τί παρὰ τῷ αὐτῷ ποιητῇ λύγῳ τινὲς στεφανοῦνται; φησὶν γὰρ ἐν τῷ δευτέρῳ τῶν Μελῶν ὁ Μεγίστης δ’ ὁ φιλόφρων δέκα δὴ μῆνες ἐπείτε στεφανοῦταί τε λύγῳ καὶ τρύγα πίνει μελιηδέα. ὁ γὰρ τῆς λύγου στέφανος ἄτοπος· πρὸς δεσμοὺς γὰρ καὶ πλέγματα ἡ λύγος ἐπιτήδειος, εἰπὲ οὖν ἡμῖν τι περὶ τούτων, ζητήσεως ἀξίων ὄντων, καὶ μὴ ὀνόματα θήρα, φιλότης.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi