Kitap 15
14
μνημονεύειν δ’ ἔοικεν ἐπὶ ποσόν τι τῆς κατὰ τὴν λύγον στεφανώσεως καὶ Νικαίνετος ὁ ἐποποιὸς ἐν τοῖς Ἐπιγράμμασιν, ποιητὴς ὑπάρχων ἐπιχώριος καὶ τὴν ἐπιχώριον ἱστορίαν ἠγαπηκὼς ἐν πλείοσιν. λέγει δ’ οὕτως οὐκ ἐθέλω, Φιλόθηρε, κατὰ πτόλιν, ἀλλὰ παρ’ Ἥρῃ δαίνυσθαι ζεφύρου πνεύμασι τερπόμενος. ἀρκεῖ μοι λιτὴ μὲν ὑπὸ πλευροῖσι χαμευνάς, ἐγγύθι πὰρ ὁ προμάλου δέμνιον ἐνδαπίης, καὶ λύγος, ἀρχαῖον Καρῶν στέφος. ἀλλὰ φερέσθω οἶνος καὶ Μουσῶν ἡ χαρίεσσα λύρη, θυμῆρες πίνοντες ὅπως Διὸς εὐκλέα νύμφην μέλπωμεν, νήσου δεσπότιν ἡμετέρης. ἐν τούτοις γὰρ ἀμφιβόλως εἰρηκὼς ὁ Νικαίνετος πότερον στρωμνῆς ἕνεκεν ἢ στεφανώσεως ἀρκεῖται τῇ λύγῳ, τῷ λέγειν αὐτὴν τῶν Καρῶν ἀρχαῖον στέφος πρόδηλον καθίστησι τὸ ζητούμενον. συνέβη δὲ τὴν τῆς λύγου στεφάνωσιν καὶ μέχρι τῶν κατὰ Πολυκράτην χρόνων, ὡς ἄν τις εἰκάσειεν, ἐν τῇ νήσῳ συνηθεστέραν ὑπάρχειν. ὁ γοῦν Ἀνακρέων φησίν ὁ Μεγίστης ὁ φιλόφρων δέκα δὴ μῆνες ἐπειδὴ στεφανοῦταί τε λύγῳ καὶ τρύγα πίνει μελιηδέα.