Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 15

16 Ἀριστοτέλης δ’ ἐν δευτέρῳ Ἐρωτικῶν (fr. 80 R) καὶ Ἀρίστων ὁ περιπατητικός, Κεῖος δὲ τὸ γένος, ἐν βʹ Ἐρωτικῶν Ὁμοίων φασὶν ὅτι οἱ ἀρχαῖοι διὰ τοὺς περὶ τὸν οἶνον πόνους τῶν κεφαλαλγιῶν δεσμοὺς εὕρισκον τοὺς τυχόντας, τῆς τῶν κροτάφων συνδέσεως ὠφελεῖν δοκούσης· οἱ δ’ ὕστερον ἅμα τῷ κροτάφῳ προσέβαλόν τινα καὶ κόσμον οἰκεῖον τῇ παρὰ τὸν οἶνον διαγωγῇ, μηχανησάμενοι τὸν στέφανον. βέλτιον δὲ διὰ τὸ πάσας τὰς αἰσθήσεις ἐν τῇ κεφαλῇ εἶναι ταύτην στεφανοῦσθαι ἢ διὰ τὸ συμφέρειν ἐσκεπάσθαι καὶ συνδεδέσθαι τοὺς κροτάφους πρὸς τὸν οἶνον.’ ἐστεφανοῦντο δὲ καὶ τὸ μέτωπον, ὡς ὁ καλὸς Ἀνακρέων ἔφη (fr. 54 B4)· ἐπὶ δ’ ὀφρύσιν σελίνων στεφανίσκους θέμενοι θάλειαν ἑορτὴν ἀγάγωμεν Διονύσῳ. ἐστεφανοῦντο δὲ καὶ τὰ στήθη καὶ ἐμύρουν ταῦτα, ἐπεὶ αὐτόθι ἡ καρδία. ἐκάλουν δὲ καὶ οἷς περιεδέοντο τὸν τράχηλον στεφάνους ὑποθυμίδας, ὡς Ἀλκαῖος ἐν τούτοις (fr. 36 B)· ἀλλ’ ἀνήτω μὲν περὶ ταῖς δέραισι περθέτω πλεκτὰς ὑποθυμίδας τίς. καὶ Σαπφώ (fr. 46)· καὶ πολλαὶς ὑποθυμίδας πλεκταὶς ἀμπ’ ἀπαλᾷ δέρᾳ. καὶ Ἀνακρέων (fr. 39)· πλεκτὰς δ’ ὑποθυμίδας περὶ στήθεσι λωτίνας ἔθεντο. Αἰσχύλος δ’ ἐν τῷ Λυομένῳ Προμηθεῖ σαφῶς φησιν (fr. 202 N) ὅτι ἐπὶ τε τιμῇ τοῦ Προμηθέως τὸν στέφανον περιτίθεμεν τῇ κεφαλῇ, ἀντίποινα τοῦ ἐκείνου δεσμοῦ, καίτοι ἐν τῇ ἐπιγραφομένῃ Σφιγγὶ εἰπών (fr. 235)· τῷ δὲ ξένῳ γε στέφανον, ἀρχαῖον στέφος, δεσμῶν ἄριστος ἐκ Προμηθέως λόγου. Σαπφὼ δ’ ἁπλούστερον τὴν αἰτίαν ἀποδίδωσιν τοῦ στεφανοῦσθαι ἡμᾶς, λέγουσα τάδε (fr. 78 B4)· σὺ δὲ στεφάνοις, ὦ Δίκα, περθέσθ’ ἐραταῖς φόβαισιν ὅρπακας ἀνήτοιο συνερραις ἁπαλαῖσι χερσίν. εὐανθέα γὰρ πέλεται καὶ Χάριτες μάκαιρα μᾶλλον προσόρην, ἀστεφανώτοισι δ’ ἀπυστρέφονται. ὡς εὐανθέστερον γὰρ καὶ κεχαρισμένον μᾶλλον τοῖς θεοῖς παραγγέλλει στεφανοῦσθαι τοὺς θύοντας. Ἀριστοτέλης δ᾽ ἐν τῷ Συμποσίῳ φησὶν (fr. 98 R) ὅτι οὐδὲν κολοβὸν προσφέρομεν πρὸς τοὺς θεούς, ἀλλὰ τέλεια καὶ ὅλα. τὸ δὲ πλῆρες τέλειόν ἐστιν. τὸ δὲ στέφειν πλήρωσίν τινα σημαίνει. Ὅμηρος· Il. 1.470 κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο. καί· Od. 8.170 ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει. ‘τοὺς γὰρ αὖ τὴν ὄψιν ἀμόρφους, φησίν, ἀναπληροῖ ἡ τοῦ λέγειν πιθανότης ἔοικεν οὖν ὁ στέφανος τοῦτο ποιεῖν βούλεσθαι. διὸ καὶ περὶ τὰ πένθη τοὐναντίον παρασκευάζομεν. ὁμοπαθείᾳ γὰρ τοῦ κεκμηκότος κολοβοῦμεν ἡμᾶς αὐτοὺς τῇ τε κουρᾷ τῶν τριχῶν καὶ τῇ τῶν στεφάνων ἀφαιρέσει.’

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi