Kitap 15
20
ΙΣΘΜΙΑΚΟΝ. οὕτως τοῦτον καλούμενον στέφανον Ἀριστοφάνης μνήμης ἠξίωσεν ἐν Ταγηνισταῖς λέγων οὕτως (I 518 K)· τί οὖν ποιῶμεν; χλανίδ’ ἐχρῆν λευκὴν λαβεῖν· εἶτ’ ἰσθμιακὰ λαβόντες ὥσπερ οἱ χοροὶ ᾄδωμεν εἰς τὸν δεσπότην ἐγκώμιον. Σιληνὸς δ’ ἐν ταῖς Γλώσσαις φησίν· ‘Ἴσθμιον στέφανον.’ Φιλητᾶς δέ φησι (fr. 46 B)· ‘Ἴσθμιος στέφανος ἤγουν ὁμωνυμία ἀμφοτέρωθι οἷον τῆς κεφαλῆς καὶ τοῦ πρώτου κόσμου. λέγω δὲ τὸ ἐπὶ τοῦ φρέατος καὶ τοῦ ἐγχειριδίου ἴσθμιον.’ Τιμαχίδας δὲ καὶ Σιμμίας οἱ Ῥόδιοι ἀποδιδόασιν ἓν ἀνθ’ ἑνὸς ‘Ἴσθμιον, στέφανον.’ οὗ μνημονεύει καὶ Καλλίξεινος ὁ Ῥόδιος καὶ αὐτὸς γένος ἐν τοῖς περὶ Ἀλεξανδρείας γράφων οὕτως (FHG III 64) ....
21
ἐπεὶ δὲ Ἀλεξανδρείας ἐμνημόνευσα, οἶδά τινα ἐν τῇ καλῇ ταύτῃ πόλει καλούμενον στέφανον ΑΝΤΙΝΟΕΙΟΝ γινόμενον ἐκ τοῦ αὐτόθι καλουμένου λωτοῦ. φύεται δ’ οὗτος ἐν λίμναις θέρους ὥρᾳ, καὶ εἰσὶν αὐτοῦ χροιαὶ δύο, ἣ μὲν τῷ ῥόδῳ ἐοικυῖα· ἐκ τούτου δὲ ὁ πλεκόμενος στέφανος κυρίως Ἀντινόειος καλεῖται· ὁ δὲ ἕτερος λώτινος ὀνομάζεται, κυανέαν ἔχων τὴν χροιάν. καὶ Παγκράτης τις τῶν ἐπιχωρίων ποιητής, ὃν καὶ ἡμεῖς ἔγνωμεν, Ἀδριανῷ τῷ αὐτοκράτορι ἐπιδημήσαντι τῇ Ἀλεξανδρείᾳ μετὰ πολλῆς τερατείας ἐπέδειξεν τὸν ῥοδίζοντα λωτόν, φάσκων αὐτὸν δεῖν καλεῖν Ἀντινόειον, ἀναπεμφθέντα ὑπὸ τῆς γῆς ὅτε τὸ αἷμα ἐδέξατο τοῦ Μαυρουσίου λέοντος, ὃν κατὰ τὴν πλησίον τῇ Ἀλεξανδρείᾳ Λιβύην ἐν κυνηγίῳ καταβεβλήκει ὁ Ἀδριανός, μέγα χρῆμα ὄντα καὶ πολλῷ χρόνῳ κατανεμηθέντα πᾶσαν τὴν Λιβύην, ἧς καὶ πολλὰ ἀοίκητα ἐπεποιήκει οὗτος ὁ λέων. ἡσθεὶς οὖν ἐπὶ τῇ τῆς ἐννοίας εὑρέσει καὶ καινότητι τὴν ἐν Μουσῶν αὐτῷ σίτησιν ἔχειν ἐχαρίσατο. καὶ Κρατῖνος δ’ ὁ κωμῳδιοποιὸς ἐν Ὀδυσσεῦσι (I 60 K) κέκληκεν τὸν λωτὸν στεφάνωμα διὰ τὸ πάντα τὰ φυλλώδη ὑπὸ τῶν Ἀθηναίων στεφανώματα λέγεσθαι. ὁ δὲ Παγκράτης ἐν τῷ ποιήματι οὐκ ἀγλαφύρως εἴρηκεν· οὔλην ἕρπυλλον, λευκὸν κρίνον ἠδ’ ὑάκινθον πορφυρέην γλαυκοῦ τε χελιδονίοιο πέτηλα καὶ ῥόδον εἰαρινοῖσιν ἀνοιγόμενον ζεφύροισιν· οὔπω γὰρ φύεν ἄνθος ἐπώνυμον Ἀντινόοιο.
22
ΠΥΛΕΩΝ. οὕτως καλεῖται ὁ στέφανος ὃν τῇ Ἥρᾳ περιτιθέασιν Λάκωνες, ὥς φησιν Πάμφιλος.