Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 15

24 ἀποροῦντος δ’ αὐτοῦ ‘ἐπὶ ἕτερον, φησί, στέφανον μεταβήσομαι,’ ὁ Οὐλπιανός, ‘τὸν ΣΤΡΟΥΘΙΝΟΝ καλούμενον, οὗ μέμνηται μὲν ὁ Ἀσκληπιάδης παρατιθέμενος τὰ ἐκ τῶν Εὐβούλου Στεφανοπωλίδων ταῦτα (II 199 K)· ὦ μάκαρ, ἥτις ἔχουσ’ ἐνὶ δωματίῳ στρουθίον ἀεροφόρητον λεπτότατον περὶ σῶμα συνίλλεται τε ἡδυπότατον περὶ νυμφίον εὔτριχα, Κισσὸς ὅπως Καλάμῳ περιφύεται αὐξόμενος ἔαρος ὀλολυγόνος ἔρωτι κατατετηκώς. πλέκεται δ’ οὗτος ἐκ τοῦ στρουθίου καλουμένου ἄνθους, οὗ μνημονεύει Θεόφραστος ἐν ἕκτῳ Φυτικῆς Ἱστορίας (c. 8, 3) ἐν τούτοις· ‘ἀνθεῖ δὲ καὶ ἡ ἶρις τοῦ θέρους καὶ τὸ στρούθιον καλούμενον, ὃ τῇ μὲν ὄψει καλὸν ἄνθος, ἄοσμον δέ.’ Γαλήνη δ’ ἡ Σμυρναία στρουθιον αὐτὸν ὀνομάζει.
24 ΠΟΘΟΣ. οὕτως τις στέφανος ὀνομάζεται, ὡς Νίκανδρός φησιν ὁ Κολοφώνιος ἐν Γλώσσαις (fr. 144 Schn)· καὶ ἴσως ὁ ἀπὸ τοῦ οὕτω καλουμένου πόθου ἄνθους πλεκόμενος, οὗ μνημονεύει ὁ αὐτὸς Θεόφραστος ἐν τῷ ἕκτῳ τῶν Φυτικῶν γράφων ὧδε (l. s)· ‘τὰ δὲ θερινὰ μᾶλλον, ἥ τε λυχνὶς καὶ τὸ Διὸς ἄνθος καὶ τὸ κρίνον καὶ τὸ ἴφυον καὶ ἀμάρακος ὁ Φρύγιος, ἔτι δὲ ὁ πόθος καλούμενος. οὗτος δέ ἐστι διττός, ὃ μὲν ἔχων τὸ ἄνθος ὅμοιον ὑακίνθῳ, ὁ δ’ ἕτερος ἄχρως, ἔκλευκος, ᾧ χρῶνται πρὸς τοὺς τάφους.’
24 καταλέγει δὲ Εὔβουλος καὶ ἄλλους στεφάνους (II 200 K)· Αἰγίδιον, σὺ δὲ τόνδε φορήσεις στέφανον πολυποίκιλον ἀνθέων, γρυπότατον, χαριέστατον, ὦ Ζεῦ· τίς γὰρ αὐτὸν ἔχουσα φιλήσει. κἀν τοῖς ἑξῆς τάδε φησί (ib. 198)· στεφάνους ἴσως βούλεσθε· πότερ’ ἑρπυλλίνους ἢ μυρτίνους ἢ τῶν διηνθημένων; Β. τῶν μυρτίνων βουλόμεθα τουτωνί· σὺ δὲ τά γ’ ἄλλα πώλει πάντα πλὴν τῶν μυρτίνων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi