Kitap 15
29
‘τῶν δὲ ΡΟΔΩΝ, φησὶ Θεόφραστος ἐν τῷ ἕκτῳ (h. pl. 6, 6, 4), πολλαί εἰσι διαφοραί. τὰ μὲν γὰρ πλεῖστα αὐτῶν εἰσὶν πεντάφυλλα, τὰ δὲ δωδεκάφυλλα, ἔνια δ’ ἐστὶ καὶ ἑκατοντάφυλλα περὶ Φιλίππους. λαμβάνοντες γὰρ ἐκ τοῦ Παγγαίου φυτεύουσιν· ἐκεῖ γὰρ γίγνεται πολλά. μικρὰ δὲ σφόδρα τὰ ἐντὸς φύλλα· ἡ γὰρ ἔκφυσις αὐτῶν οὕτως ἐστὶν ὥστ’ εἶναι τὰ μὲν ἐντός, τὰ δὲ ἐκτός· οὐκ εὔοσμα δὲ οὐδὲ μεγάλα τοῖς μεγέθεσιν. τὰ δὲ πεντάφυλλα εὐώδη μᾶλλον ὧν τραχὺ τὸ κάτω. εὐοσμότατα δὲ τὰ ἐν Κυρήνῃ, διὸ καὶ τὸ μύρον ἥδιστον. καὶ τῶν ἴων δὲ καὶ τῶν ἄλλων ἀνθέων ἄκρατοι μάλιστα καὶ θεῖαι αἱ ὀσμαί· διαφερόντως δὲ ἡ τοῦ κρόκου.’ Τιμαχίδας δὲ ἐν τοῖς Δείπνοις τὸ ῥόδον φησὶ τοὺς Ἀρκάδας καλεῖν εὔομφον ἀντὶ τοῦ εὔοσμον. Ἀπολλόδωρος δ’ ἐν δʹ Παρθικῶν (fr. 8 Behr) ἄνθος τι ἀναγράφει καλούμενον ΦΙΛΑΔΕΛΦΟΝ κατὰ τὴν Παρθικὴν χώραν, περὶ οὗ τάδε φησίν· ‘καὶ μυρσίνης γένη ποικίλα μῖλάξ τε καὶ τὸ καλούμενον φιλάδελφον, ὃ τὴν ἐπωνυμίαν ἔλαβε τῇ φύσει πρόσφορον. ἐπειδὰν γὰρ ἐκ διαστήματος αὐτομάτως κράδαι συμπέσωσι, ἐμψύχων περιπλοκὴν ἐν τῷ ..... μένουσιν ἡνωμέναι καὶ καθάπερ ἀπὸ ῥίζης μιᾶς καὶ τὸ λοιπὸν ἀνατρέχουσιν καὶ ζωοφυτοῦσιν· διὸ καὶ τοῖς ἡμέροις φυλακὴν ἀπ’ αὐτῶν κατασκευάζουσιν. ἀφαιροῦντες γὰρ τῶν ῥάβδων τὰς λεπτοτάτας καὶ διαπλέξαντες τε δικτύου τρόπῳ φυτεύουσιν κύκλῳ τῶν κηπευμάτων· καὶ ταῦτα συμπλεκόμενα περιβόλου παρέχεται δυσπάροδον ἀσφάλειαν.’