Kitap 15
3
κότταβος δ’ ἐκαλεῖτο καὶ τὸ τιθέμενον ἆθλον τοῖς νικῶσιν ἐν τῷ πότῳ, ὡς Εὐριπίδης παρίστησιν ἐν Οἰνεῖ λέγων οὕτως· πυκνοῖς δ’ ἔβαλλον Βακχίου τοξεύμασιν κάρα γέροντος· τὸν βαλόντα δὲ στέφειν ἐγὼ ᾽ τετάγμην, ἆθλα κοττάβων διδούς. ἐκαλεῖτο δὲ κότταβος καὶ τὸ ἄγγος εἰς ὃ ἔβαλλον τὰς λάταγας, ὡς Κρατῖνος ἐν Νεμέσει δείκνυσιν· ὅτι δὲ καὶ χαλκοῦν ἦν, Εὔπολις ἐν Βάπταις λέγει· χαλκῷ περὶ κοττάβῳ. Πλάτων δὲ ἐν Διὶ Κακουμένῳ παιδιᾶς εἶδος παροίνιον τὸν κότταβον εἶναι ἀποδίδωσιν, ἐν ᾗ ἐξίσταντο καὶ τῶν σκευαρίων οἱ δυσκυβοῦντες. λέγει δ’ οὕτως· πορν. πρὸς κότταβον παίζειν, ἕως ἂν σφῷν ἐγὼ τὸ δεῖπνον ἔνδον σκευάσω. ηρ. πάνυ βούλομαι· ἀλλ’ ἄγγος ἐστ᾽; π. ἀλλ’ εἰς θυίαν παιστέον. ηρ. φέρε τὴν θυίαν, αἶρ’ ὕδωρ, τὰ ποτήρια παράθετε, παίζωμεν δὲ περὶ φιλημάτων. π. ποίων φιλημάτων; ἀγεννῶς οὐκ ἐῶ παίζειν. τίθημι κοττάβεια σφῷν ἐγὼ τασδί τε τὰς κρηπῖδας ἃς αὕτη φορεῖ, καὶ τὸν κότυλον τὸν σόν. ηρ. βαβαιάξ· οὑτοσὶ μείζων ἀγὼν τῆς Ἰσθμιάδος ἐπέρχεται.
4
ἐκάλουν δὲ καὶ κατακτούς τινας κοττάβους. ἐστὶν δὲ λυχνία ἀναγόμενα πάλιν τε συμπίπτοντα. Εὔβουλος Βελλεροφόντῃ· τίς ἂν λάβοιτο τοῦ σκέλους κάτωθέ μοι; ἄνω γὰρ ὥσπερ κοττάβειον αἴρομαι. Ἀντιφάνης δ’ ἐν Ἀφροδίτης Γοναῖς· τονδὶ λέγω, σὺ δ’ οὐ συνιεῖς; κότταβος τὸ λυχνίον ἐστί. πρόσεχε τὸν νοῦν ᾠὰ μὲν πέντε νικητήριον. β. περὶ τοῦ; γελοῖον. κοτταβιεῖ δὲ τίνα τρόπον; α. ἐγὼ διδάξω καθ’ ἕν ὃς ἂν τὸν κότταβον ἀφεὶς ἐπὶ τὴν πλάστιγγα ποιήσῃ πεσεῖν β. πλάστιγγα ποίαν; τοῦτο τοὐπικείμενον ἄνω τὸ μικρόν, τὸ πινακίσκιον λέγεις; α. τοῦτ’ ἐστὶ πλάστιγξ οὗτος ὁ κρατῶν γίγνεται. β. πῶς δ’ εἴσεταί τις τοῦτ᾽; α. ἐὰν τύχῃ μόνον αὐτῆς, ἐπὶ τὸν μάνην πεσεῖται καὶ ψόφος ἔσται πάνυ πολύς. β. πρὸς θεῶν, τῷ κοττάβῳ πρόσεστι καὶ Μάνης τις ὥσπερ οἰκέτης; καὶ μετ’ ὀλίγα · ᾧ δεῖ λαβὼν τὸ ποτήριον δεῖξον νόμῳ. α. αὐλητικῶς δεῖ καρκινοῦν τοὺς δακτύλους οἶνόν τε μικρὸν ἐγχέαι καὶ μὴ πολὺν ἔπειτ’ ἀφήσεις. β. τίνα τρόπον; α. δεῦρο βλέπε· τοιουτονί. β. Πόσειδον, ὡς ὑψοῦ σφόδρα. α. οὕτω ποιήσεις. β. ἀλλ’ ἐγὼ μὲν σφενδόνῃ οὐκ ἂν ἐφικοίμην αὐτόσ᾽. α. ἀλλὰ μάνθανε. ᾽ἀγκυλοῦντα