Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 15

33 ἡ δὲ τῶν στεφάνων καὶ μύρων πρότερον εἴσοδος εἰς τὰ συμπόσια ἡγεῖτο τῆς δευτέρας τραπέζης, ὡς παρίστησι Νικόστρατος ἐν Ψευδοστιγματίᾳ διὰ τούτων. καὶ σὺ μὲν τὴν δευτέραν τράπεζαν εὐτρεπῆ ποίει, κόσμησον αὐτὴν παντοδαποῖς τραγήμασιν, μύρον, στεφάνους, λιβανωτόν, αὐλητρίδα λαβέ. Φιλόξενος δ’ ὁ διθυραμβοποιὸς ἐν τῷ ἐπιγραφομένῳ Δείπνῳ ἀρχὴν ποιεῖται τὸν στέφανον τῆς εὐωχίας οὑτωσὶ λέγων κατὰ χειρὸς δ᾽ ἤλυθ’ ὕδωρ· ἁπαλὸς παιδίσκος ἐν ἀργυρέᾳ φέρων προχόῳ ἐπέχευεν. εἶτ’ ἔφερεν στέφανον λεπτᾶς ἀπὸ μυρτίδος εὐγνήτων κλάδων δισύναπτον. Εὔβουλος Τιτθαῖς· ὡς γὰρ εἰσῆλθε τὰ γερόντια τότ’ εἰς δόμους, εὐθὺς ἀνεκλίνετο· παρῆν στέφανος ἐν τάχει, ᾔρετο τράπεζα, παρέκειθ’ ἅμα τετριμμένη μᾶζα χαριτοβλέφαρος. τοῦτο δ’ ἦν ἔθος καὶ παρ’ Αἰγυπτίοις, ὡς Νικόστρατός φησιν ἐν Τοκιστῇ. Αἰγύπτιον γὰρ ὑποστησάμενος τὸν τοκιστήν φησιν καταλαμβάνομεν τὸν πορνοβοσκὸν καὶ δύο ἑτέρους κατὰ χειρὸς ἀρτίως εἰληφότας καὶ στέφανον. β. εἶεν καλὸς ὁ καιρός, Χαιρεφῶν. σὺ δὲ γαστρίζου, Κύνουλκε· καὶ μετὰ ταῦτα ἡμῖν εἰπὲ διὰ τί Κρατῖνος εἴρηκε τὸν μελίλωτον τῷ τ’ ἀειφρούρῳ μελιλώτῳ. ἐπεὶ δέ σε ὁρῶ ἔξοινον ἤδη γεγενημένον—οὕτως δ’ εἴρηκε τὸν μεθύσην Ἄλεξις ἐν Εἰσοικιζομένῳ παύσομαί σε ἐρεσχηλῶν καὶ τοῖς παισὶ παρακελεύομαι κατὰ τὸν Σοφοκλέα, ὃς ἐν Συνδείπνοις φησί· φορεῖτε, μασσέτω τις, ἐγχείτω βαθὺν κρατῆρ᾽, ὅδ’ ἁνὴρ οὐ πρὶν ἂν φάγῃ καλῶς ὅμοια καὶ βοῦς ἐργάτης ἐργάζεται. καὶ κατὰ τὸν Φλιάσιον δὲ Ἀριστίαν καὶ γὰρ οὖτος ταῖς ἐπιγραφομέναις Κηρσὶν ἔφη· σύνδειπνος ἢ ᾽ πίκωμος ἢ μαζαγρέτας, Ἅιδου τραπεζεύς, ἀκρατέα νηδὺν ἔχων. ἐπεὶ δὲ τοσούτων λεχθέντων μηδὲν ἀποκρίνεται, κελεύω αὐτὸν κατὰ τοὺς Ἀλέξιδος Διδύμους χυδαίοις στεφανωθέντα στεφάνοις ἐξάγεσθαι τοῦ συμποσίου, τῶν δὲ χυδαίων στεφάνων μνημονεύων ὁ κωμῳδιοποιός φησιν στεφάνων τε τούτων τῶν χύδην πεπλεγμένων. κἀγὼ δ’ ἐπὶ τούτοις τοῦ λέγειν ἤδη παύσομαι τὸ τήμερον, παραχωρῶν τε τὸν περὶ τῶν μύρων λόγον τοῖς βουλομένοις διεξέρχεσθαι τῷ τε παιδὶ προστάττων ἐπὶ τῇ στεφανηφόρῳ ταύτῃ μου διαλέξει κατὰ τὸν Ἀντιφάνη στεφάνους ἐνεγκεῖν δεῦρο τῶν χρηστῶν δύο καὶ δᾷδα χρηστὴν ἡμμένην χρηστῷ πυρί. οὕτω γὰρ τὴν τῶν λόγων ἔξοδον ὥσπερ δράματος ποιήσομαι. καὶ μετ’ οὐ πολλὰς ἡμέρας ὥσπερ αὐτὸς αὑτοῦ σιωπὴν καταμαντευσάμενος ἀπέθανεν εὐτυχῶς, οὐδένα καιρὸν νόσῳ παραδούς, πολλὰ δὲ λυπήσας ἡμᾶς τοὺς ἑταίρους.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi