Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 15

37 τῷ δὲ τοῦ μύρου ὀνόματι πρῶτος Ἀρχίλοχος κέχρηται λέγων (fr. 31 B)· οὐκ ἂν μύροισι γραῦς ἐοῦσ’ ἠλείφετο. καὶ ἀλλαχοῦ δ’ ἔφη (fr. 30)· ἐσμυρισμένας κόμας καὶ στῆθος, ὡς ἂν καὶ γέρων ἠράσσατο. μύρρα γὰρ ἡ σμύρνα παρ’ Αἰολεῦσιν, ἐπειδὴ τὰ πολλὰ τῶν μύρων διὰ σμύρνης ἐσκευάζετο καὶ ἥ γε στακτὴ καλουμένη διὰ μόνης ταύτης. ὁ δὲ Ὅμηρος τὴν μὲν χρῆσιν οἶδε τῶν μύρων, ἔλαιον δ’ αὐτὰ καλεῖ μετ’ ἐπιθέτου· Il. 21.186 ῥοδόεντι δ’ ἔχριεν ἐλαίῳ. καὶ ἀλλαχοῦ δὲ (Il. 14.172) λέγει τι τεθυωμένον. καὶ ἡ Ἀφροδίτη δὲ παρ’ αὐτῷ (Il. 21.186) τὸν Ἕκτορος νεκρὸν ῥοδόεντι ἔχριεν ἐλαίῳ ἀμβροσίῳ. καὶ τοῦτο μὲν ἐξ ἀνθέων. περὶ δὲ τοῦ ἐκ τῶν ἀρωμάτων σκευαζομένου, ἃ δὴ θυώματα ἐκάλουν, ἐπὶ τῆς Ἥρας λέγει· Il. 14.170 ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἱμερόεντος λύματα πάντα κάθηρεν, ἀλείψατο δὲ χρόα λευκὸν ἀμβροσίῳ ἑανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν· τοῦ καὶ κινυμένοιο Διὸς ποτὶ χαλκοβατὲς δῶ ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετ’ ἀυτμή.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi