Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 15

40 ὅτι δὲ διὰ σπουδῆς ἦν τοῖς παλαιοτέροις ἡ τῶν μύρων χρῆσις δῆλον ἐκ τοῦ καὶ ἐπίστασθαι ποῖόν τι ἑκάστῳ τῶν μελῶν ἡμῶν ἐστιν ἐπιτήδειον,ι Ἀντιφάνης γοῦν ἐν Θορικίοις ἢ Διορύττοντί φησιν λοῦται δ’ ἀληθῶς; ἀλλὰ τί; β. ἐκ χρυσοκολλήτου γε κάλπιδος μύρῳ Αἰγυπτίῳ μὲν τοὺς πόδας καὶ τὰ σκέλη, φοινικίνῳ δὲ τὰς γνάθους καὶ τιτθία, σισυμβρίνῳ δὲ τὸν ἕτερον βραχίονα, ἀμαρακίνῳ δὲ τὰς ὀφρῦς καὶ τὴν κόμην, ἑρπυλλίνῳ δὲ τὸ γόνυ καὶ τὸν αὐχένα. . , , καὶ Κηφισόδωρος ἐν Τροφωνίῳ· ἔπειτ’ ἀλείφεσθαι πρίω τὸ σῶμά μοι μύρον ἴρινον καὶ ῥόδινον, ἄγε μοι, Ξανθία· καὶ τοῖς ποσὶν χωρὶς πρίω μοι βάκκαριν. β. ὦ λακκόπρωκτε, βάκκαριν τοῖς σοῖς ποσὶν ἐγὼ πρίωμαι; λαικάσομἄρα βάκκαριν; Ἀναξανδρίδης Πρωτεσιλάῳ· μύρον τε παρὰ Πέρωνος, οὗπερ ἀπέδοτο ἐχθὲς Μελανώπῳ, πολυτελοῦς Αἰγυπτίου, ᾧ νῦν ἀλείφει τοὺς πόδας Καλλιστράτου. μνημονεύει τοῦ μυροπώλου τούτου τοῦ Πέρωνος καὶ Θεόπομπος ἐν Ἀδμήτῳ καὶ Ἡδυχάρει. Ἀντιφάνης δ’ ἐν Ἀντείᾳ· παρὰ τῷ μυροπώλῃ γευόμενον κατελίμπανον αὐτὸν Πέρωνι τῶν μύρων μέλλει δέ σοι συνθεὶς φέρειν τὰ κινναμώμινα ταῦτα καὶ τὰ νάρδινα.
41 παρὰ πολλοῖς δὲ τῶν κωμῳδιοποιῶν ὀνομάζεταί τι μύρον βάκκαρις · οὗ μνημονεύει καὶ Ἱππῶναξ διὰ τούτων βακκάρι δὲ τὰς ῥῖνας ἤλειφον ἐστὶ δ’ οἷά περ κρόκος. Ἀχαιὸς δ’ ἐν Αἴθωνι σατυρικῷ· βακκάρει χρισθέντα καὶ ψυκτηρίοις πτεροῖς ἀναστήσαντα προσθίαν τρίχα· Ἴων Ὀμφάλῃ· βακκάρις δὲ καὶ μύρα καὶ Σαρδιανὸν κόσμον εἰδέναι χροὸς ἄμεινον ἢ τὸν Πέλοπος ἐν νήσῳ τρόπον. ἐν τούτοις Σαρδιανὸν κόσμον εἴρηκε τὸ μύρον, ἐπεὶ διαβόητοι ἐπὶ ἡδυπαθείᾳ οἱ Λυδοί· καὶ τὸ παρὰ Ἀνακρέοντι λυδοπαθὴς ἀκούουσιν ἀντὶ τοῦ ἡδυπαθής. μνημονεύει τῆς βακκάριδος καὶ Σοφοκλῆς. Μάγνης δ’ ἐν Λυδοῖς· λούσαντα χρὴ καὶ βακκάριδι κεχριμένον καὶ μήποτε οὔκ ἐστι μύρον ἡ βάκκαρις. Αἰσχύλος γὰρ ἐν Ἀμυμώνῃ ἀντιδιαστέλλων φησὶν κἄγωγε τὰς σὰς βακκάρεις τε καὶ μύρα. καὶ Σιμωνίδης· κἠλειφόμην μύροισι καὶ θυώμασι καὶ βακκάρι. Ἀριστοφάνης δ’ ἐν Θεσμοφοριαζούσαις· ὦ Ζεῦ πολυτίμηθ᾽, οἷον ἐνέπνευσ’ ὁ μιαρὸς φάσκωλος εὐθὺς λυόμενός μοι τοῦ μύρου καὶ βακκάριδος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi