Kitap 15
42
βρενθείου ὁ δὲ μύρου μνημονεύει Φερεκράτης ἐν Λήροις οὕτως· ἔστην δὲ κἀκέλευον, ἐγχέασθε νῷν βρένθειον, ἵνα τοῖς εἰσιοῦσιν ἐγχέῃ.
42
βασιλείου τ δὲ μύρου μνημονεύει Κράτης ἐν Γείτοσιν λέγων οὕτως· γλυκύτατον δ’ ὦζε βασιλείου μύρου. Σαπφὼ δ’ ὁμοῦ μέμνηται τοῦ τε βασιλείου καὶ τοῦ βρενθείου, λέγουσα οὕτως · βρενθείω βασιληίῳ.
42
ψαγδῆς. Ἀριστοφάνης ἐν Δαιταλεῦσιν· φέρ’ ἴδω, τί σοι δῶ τῶν μύρων; ψάγδαν φιλεῖς; Εὔπολις δ’ ἐν Μαρικᾷ, ψάγδαν ἐρυγγάνοντα, Εὔβουλος δ’ ἐν Στεφανοπώλισιν Αἰγυπτίῳ ψάγδανι τρὶς λελουμένη.
42
πολέμων δ’ ἐν τοῖς πρὸς Ἀδαῖον παρὰ Ἠλείοις φησὶ μύρον τι πλαγγόνιον καλεῖσθαι, εὑρεθὲν ὑπό τινος Πλαγγόνος. ὁμοίως ἱστορεῖ καὶ Σωσίβιος ἐν Ὁμοιότησιν.
42
ὡς καὶ τὸ μεγαλλεῖον , ὠνομάσθη γὰρ καὶ τοῦτο ἀπὸ Μεγάλλου τοῦ Σικελιώτου; οἱ δ’ Ἀθηναῖόν φασιν εἶναι τὸν Μέγαλλον. μνημονεύει δ’ αὐτοῦ Ἀριστοφάνης ἐν Τελμησσεῦσι καὶ Φερεκράτης ἐν Πετάλῃ, Στράττις δ’ ἐν Μηδείᾳ οὕτως· λέγ’ ὅτι φέρεις αὐτῇ μύρον τοιοῦτον οἷον οὐ Μέγαλλος πώποτε ἥψησεν οὐδὲ Δεινίας ᾄγύπτιος οὔτ’ εἶδεν οὔτ’ ἐκτήσατο. τοῦ μεγαλλείου δὲ μύρου μνημονεύει καὶ Ἄμφις ἐν Ὀδυσσεῖ διὰ τούτων ἐρίοισι τοὺς τοίχους κύκλῳ Μιλησίοις, ἔπειτ’ ἀλείφειν τῷ μεγαλλείῳ ὁ μύρῳ καὶ τὴν βασιλικὴν θυμιᾶτε μίνδακα. β. ἀκήκοας σύ, δέσποτ᾽, ἤδη πώποτε τὸ θυμίαμα τοῦτο; Ἀναξανδρίδης Τηρεῖ· ἀλλ’ οἷα νύμφη βασιλὶς ὠνομασμένη μύροις μεγαλλείοις τὸ σῶμ’ ἀλείφεται.
42
ναρδίνου δὲ μύρου μέμνηται Μένανδρος ἐν Κεκρυφάλῳ οὕτως· ἡδὺ τὸ μύρον, παιδάριον. β. ἡδύ; πῶς γὰρ οὔ; νάρδινον.
43
τὸ δὲ χρίσασθαι τῷ τοιούτῳ ἀλείμματι μυρίσασθαι εἴρηκεν Ἀλκαῖος ἐν Παλαίστρᾳ διὰ τούτων μυρίσασά συγκατέκλεισεν ἀνθ’ αὑτῆς λάθρᾳ. μυρώμασιν μέντοι, οὐ μυρίσμασιν ἔλεγεν Ἀριστοφάνης ἐν Ἐκκλησιαζούσαις· ἥτις μεμύρισμαι τὴν κεφαλὴν μυρώμασιν. τῆς δὲ λεγομένης σάγδας μύρον δ’ ἐστὶ καὶ τοῦτο Ἐπίλυκος ἐν Κωραλίσκῳ· βάκκαρίς τε καὶ σάγδας ὁμοῦ. καὶ Ἀριστοφάνης ἐν Δαιταλεῦσιν, καὶ ἐν Μαρικᾷ Εὔπολις σάγδαν ἐρυγγάνοντα λέγων, ὅπερ ὁ Θυατειρηνὸς Νίκανδρος ἐπὶ τοῦ ἄγαν χλιδῶντος εἰρῆσθαι ἀκούει, Θεόδωρος δὲ θυμίαμά τί φησιν αὐτὸ εἶναι.