Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 15

40 ὅτι δὲ διὰ σπουδῆς ἦν τοῖς παλαιοτέροις ἡ τῶν μύρων χρῆσις δῆλον ἐκ τοῦ καὶ ἐπίστασθαι ποῖόν τι ἑκάστῳ τῶν μελῶν ἡμῶν ἐστιν ἐπιτήδειον. Ἀντιφάνης γοῦν ἐν Θορικίοις ἢ Διορύττοντί φησιν (II 53 K)· λοῦται δ’ ἀληθῶς· ἀλλὰ τί; Β. ἐκ χρυσοκολλήτου δὲ κάλπιδος μύρῳ Αἰγυπτίῳ μὲν τοὺς πόδας καὶ τὰ σκέλη, φοινικίνῳ δὲ τὰς γνάθους καὶ τιτθία, σισυμβρίνῳ δὲ τὸν ἕτερον βραχίονα, ἀμαρακίνῳ δὲ τὰς ὀφρῦς καὶ τὴν κόμην, ἑρπυλλίνῳ δὲ τὸ γόνυ καὶ τὸν αὐχένα ... καὶ Κηφισόδωρος ἐν Τροφωνίῳ (I 800 K)· ἔπειτ’ ἀλείφεσθαι πρίω τὸ σῶμά μοι μύρον ἴρινον καὶ ῥόδινον, ἄγαμαι, Ξανθία· καὶ τοῖς ποσὶν χωρὶς πρίω μοι βάκχαριν. Β. ὦ λακκόπρωκτε, βάκχαριν τοῖς σοῖς ποσὶν ἐγὼ πρίωμαι; λαικάσομἄρα βάκχαριν; Ἀναξανδρίδης Πρωτεσιλάῳ (II 151 K)· μύρον τε παρὰ Πέρωνος, οὗπερ ἀπέδοτο ἐχθὲς Μελανώπῳ, πολυτελοῦς Αἰγυπτίου, ᾧ νῦν ἀλείφει τοὺς πόδας Καλλιστράτου. μνημονεύει τοῦ μυροπώλου τούτου τοῦ Πέρωνος καὶ Θεόπομπος ἐν Ἀδμήτῳ καὶ Ἡδυχάρει (I 733. 737 K). Ἀντιφάνης δ’ ἐν Ἀντείᾳ (II 24)· πρὸς τῷ μυροπώλῃ γευόμενον κατελίμπανον αὐτὸν περὶ μύρον ..... μέλλει τε συνθείς σοι φέρειν τὰ κινναμώμινα ταῦτα καὶ τὰ νάρδινα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi