Kitap 15
4
ἐκάλουν δὲ καὶ κατακτούς τινας κοττάβους. ἐστὶν δὲ λυχνία ἀναγόμενα πάλιν τε συμπίπτοντα. Εὔβουλος Βελλεροφόντῃ (II 171 K)· τίς ἂν λάβοιτο τοῦ σκέλους κάτωθέ μου; ἄνω γὰρ ὥσπερ κοττάβειον αἴρομαι. Ἀντιφάνης δ’ ἐν Ἀφροδίτης Γοναῖς (ib. 33)· τονδὶ λέγω, σὺ δ’ οὐ συνιεῖς; κότταβος τὸ λυχνίον ἐστί. πρόσεχε τὸν νοῦν· ᾠὰ μὲν ......... πέντε νικητήριον. Β. περὶ τοῦ; γελοῖον. κοτταβιεῖτε τίνα τρόπον; Α. ἐγὼ διδάξω καθ’ ἕν· ὃς ἂν τὸν κότταβον ἀφεὶς ἐπὶ τὴν πλάστιγγα ποιήσῃ πεσεῖν — Β. πλάστιγγα ποίαν; τοῦτο τοὐπικείμενον ἄνω τὸ μικρόν, τὸ πινακίσκιον λέγεις; Α. τοῦτ’ ἐστὶ πλάστιγξ — οὗτος ὁ κρατῶν γίγνεται. Β. πῶς δ’ εἴσεταί τις τοῦτ᾽; Α. ἐὰν θίγῃ μόνον αὐτῆς, ἐπὶ τὸν μάνην πεσεῖται καὶ ψόφος ἔσται πάνυ πολύς. Β. πρὸς θεῶν, τῷ κοττάβῳ πρόσεστι καὶ Μάνης τις ὥσπερ οἰκέτης; καὶ μετ’ ὀλίγα· ᾧ δεῖ λαβὼν τὸ ποτήριον δεῖξον νόμῳ. Α. αὐλητικῶς δεῖ καρκινοῦν τοὺς δακτύλους οἶνόν τε μικρὸν ἐγχέαι καὶ μὴ πολύν· ἔπειτ’ ἀφήσεις. Β. τίνα τρόπον; Α. δεῦρο βλέπε; τοιουτονί. Β. Πόσειδον, ὡς ὑψοῦ σφόδρα. Α. οὕτω ποιήσεις. Β. ἀλλ’ ἐγὼ μὲν σφενδόνῃ οὐκ ἂν ἐφικοίμην αὐτόσ᾽. Α. ἀλλὰ μάνθανε.