Kitap 15
5
γὰρ δεῖ σφόδρα τὴν χεῖρα εὐρύθμως πέμπειν τὸν κότταβον, ὡς Δικαίαρχός φησιν καὶ Πλάτων δ’ ἐν τῷ Διὶ Κακουμένῳ. παρακελεύεται δέ τις τῷ Ἡρακλεῖ μὴ σκληρὰν ἔχειν τὴν χεῖρα μέλλοντα κοτταβίζειν. ἐκάλουν δ’ ἀπ’ ἀγκύλης τὴν τοῦ κοττάβου πρόεσιν διὰ τὸ ἐπαγκυλοῦν τὴν δεξιὰν χεῖρα ἐν τοῖς ἀποκοτταβισμοῖς. οἱ δὲ ποτηρίου εἶδος τὴν ἀγκύλην φασί. Βακχυλίδης ἐν Ἐρωτικοῖς· εὖτε τὴν ἀπ’ ἀγκύλης ἵησι τοῖσδε τοῖς νεανίαις, λευκὸν ἀντείνασα πῆχυν. καὶ Αἰσχύλος δ’ ἐν Ὀστολόγοις ἀγκυλητοὺς λέγει κοττάβους διὰ τούτων Εὐρύμαχος, οὔ τις ἄλλος, οὐδὲν ἥσσονας ὕβριζ’ ὑβρισμοὺς οὐκ ἐναισίους ἐμοί. ἦν μὲν γὰρ αὐτῷ σκοπὸς ἀεὶ τοὐμὸν κάρα, τοῦ δ’ ἀγκυλητοὺς κοσσάβους ἐπίσκοπος †ἐκτεμὼν† ἡβῶσα χεὶρ ἐφίετο. ὅτι δὲ ἆθλον προὔκειτο τῷ εὖ προεμένῳ τὸν κότταβον προείρηκε μὲν καὶ ὁ Ἀντιφάνης· ᾠὰ γάρ ἐστι καὶ πεμμάτια καὶ τραγήματα. ὁμοίως δὲ διεξέρχονται Κηφισόδωρος ἐν Τροφωνίῳ καὶ Καλλίας ἢ Διοκλῆς ἐν Κύκλωψι καὶ Εὔπολις Ἕρμιππὸς τε ἐν τοῖς Ἰάμβοις. τὸ δὲ καλούμενον κατακτὸν κοττάβιον τοιοῦτόν ἐστιν λυχνίον ἐστὶν ὑψηλόν, ἔχον τὸν μάνην καλούμενον, ἐφ’ ὃν τὴν καταβαλλομένην ἔδει πεσεῖν πλάστιγγα· ἐντεῦθεν δὲ πίπτειν εἰς λεκάνην ὑποκειμένην πληγεῖσαν τῷ κοττάβῳ καί τις ἦν ἀκριβὴς εὐχέρεια τῆς βολῆς. μνημονεύει δὲ τοῦ μάνου Νικοχάρης ἐν Λάκωσιν.