Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 15

41 παρὰ πολλοῖς δὲ τῶν κωμῳδιοποιῶν ὀνομάζεταί τι μύρον ΒΑΚΚΑΡΙΣ· οὗ μνημονεύει καὶ Ἱππῶναξ διὰ τούτων (fr. 41 B)· βακκάρι δὲ τὰς ῥῖνας ἤλειφον· ἐσθ’ οἵη περ κρόκος. Ἀχαιὸς δ’ ἐν Αἴθωνι σατυρικῷ (fr. 10 N)· βακκάρει χρισθέντα καὶ ψυκτηρίοις πτεροῖς ἀναστήσαντα προσθίαν τρίχα. Ἴων Ὀμφάλῃ (fr. 24 N)· βακκάρεις δὲ καὶ μύρα καὶ Σαρδιανὸν κόσμον εἰδέναι χροὸς ἄμεινον ἢ τὸν Πέλοπος ἐν νήσῳ τρόπον. ἐν τούτοις Σαρδιανὸν κόσμον εἴρηκε τὸ μύρον, ἐπεὶ διαβόητοι ἐπὶ ἡδυπαθείᾳ οἱ Λυδοί· καὶ τὸ παρὰ Ἀνακρέοντι (fr. 155 B4) ‘λυδοπαθὴς’ ἀκούουσιν ἀντὶ τοῦ ἡδυπαθής. μνημονεύει τῆς βακκάριδος καὶ Σοφοκλῆς (fr. 929 N). Μάγνης δ’ ἐν Λυδοῖς (I 8 K)· λούσαντα χρὴ καὶ βακκάριδι κεχριμένον. καὶ μήποτε οὔκ ἐστι μύρον ἡ βάκκαρις. Αἰσχύλος γὰρ ἐν Ἀμυμώνῃ ἀντιδιαστέλλων φησίν (fr. 14 N)· κἄγωγε τὰς σὰς βακκάρεις τε καὶ μύρα. καὶ Σιμωνίδης (fr. 16 B)· κἠλειφόμην μύροισι καὶ θυώμασι καὶ βακκάρι. Ἀριστοφάνης δ’ ἐν Θεσμοφοριαζούσαις (I 474 K)· ὦ Ζεῦ πολυτίμηθ᾽, οἷον ἔπνευσεν ὁ μιαρὸς φάσκωλος εὐθὺς λυόμενός μοι τοῦ μύρου καὶ βακκάριδος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi