Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 15

42 ΒΡΕΝΘΕΙΟΥ δὲ μύρου μνημονεύει Φερεκράτης ἐν Λήροις οὕτως (ib. 173)· ἔστην δὲ κἀκέλευον ‘ἐγχέασθε νῷν βρένθειον, ἵνα τοῖς εἰσιοῦσιν ἐγχέῃ.’ ΒΑΣΙΛΕΙΟΥ δὲ μύρου μνημονεύει Κράτης ἐν Γείτοσιν λέγων οὕτως (ib. 131)· γλυκύτατον δ’ ὦζε βασιλείου μύρου. Σαπφὼ δ’ ὁμοῦ μέμνηται τοῦ τε βασιλείου καὶ τοῦ βρενθείου, λέγουσα οὕτως (fr. 49)· βρενθείω βασιληίω. ΨΑΓΔΗΣ Ἀριστοφάνης ἐν Δαιταλεῦσιν (I 443 K)· φέρ’ ἴδω, τί σοι δῶ τῶν μύρων· ψάγδαν φιλεῖς; Εὔπολις δ’ ἐν Μαρικᾷ (ib. 312)· ψάγδαν ἐρυγγάνοντα. Εὔβουλος δ’ ἐν Στεφανοπώλισιν (II 199 K)· Αἰγυπτίῳ ψάγδανι τρὶς λελουμένη. Πολέμων δ’ ἐν τοῖς πρὸς Ἀδαῖον (fr. 64 Pr) παρὰ Ἠλείοις φησὶ μύρον τι ΠΛΑΓΓΟΝΙΟΝ καλεῖσθαι, εὑρεθὲν ὑπό τινος Πλαγγόνος. ὁμοίως ἱστορεῖ καὶ Σωσίβιος ἐν Ὁμοιότησιν (FHG II 630). ὡς καὶ τὸ ΜΕΓΑΛΛΕΙΟΝ· ὠνομάσθη γὰρ καὶ τοῦτο ἀπὸ Μεγάλλου τοῦ Σικελιώτου· οἳ δ’ Ἀθηναῖόν φασιν εἶναι τὸν Μέγαλλον. μνημονεύει δ’ αὐτοῦ Ἀριστοφάνης ἐν Τελμησσεῦσι (I 527 K) καὶ Φερεκράτης ἐν Πετάλῃ (ib. 186), Στράττις δ’ ἐν Μηδείᾳ οὕτως (ib. 720)· καὶ λέγ᾽, ὅτι φέρεις αὐτῇ μύρον τοιοῦτον οἷον οὐ Μέγαλλος πώποτε ἥψησεν οὐδὲ Δεινίας ᾁγύπτιος οὔτ’ εἶδεν οὔτ’ ἐκτήσατο. τοῦ μεγαλλείου δὲ μύρου μνημονεύει καὶ Ἄμφις ἐν Ὀδυσσεῖ διὰ τούτων (II 243 K)· ἐρίοισι τοὺς τοίχους κύκλῳ Μιλησίοις, ἔπειτ’ ἀλείφειν τῷ μεγαλλείῳ μύρῳ καὶ τὴν βασιλικὴν θυμιᾶτε μίνδακα. Β. ἀκήκοας σύ, δέσποτ᾽, ἤδη πώποτε τὸ θυμίαμα τοῦτο; Ἀναξανδρίδης Τηρεῖ (ib. 156)· ἀλλ’ οἷα νύμφη βασιλὶς ὠνομασμένη μύροις μεγαλλείοις τὸ σῶμ’ ἀλείφεται. ΝΑΡΔΙΝΟΥ δὲ μύρου μέμνηται Μένανδρος ἐν Κεκρυφάλῳ οὕτως (III 78 K)· ἡδὺ τὸ μύρον, παιδίον. Β. ἡδύ· πῶς γὰρ οὔ; νάρδινον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi