Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 15

47 τοσαῦτα καὶ περὶ μύρων ἐλέχθη. καὶ μετὰ ταῦτα πλείστων τῶν μὲν Ἀγαθοῦ Δαίμονος αἰτούντων ποτήριον, τῶν δὲ Διὸς Σωτῆρος, ἄλλων δὲ Ὑγείας καὶ ἑτέρων ἑτέρου ἐπιλεγόντων, τοὺς τούτων τῶν κράσεων μεμνημένους τῶν ποιητῶν ἔδοξεν παρατίθεσθαι, ὧν καὶ αὐτῶν μνησθήσομαι. Ἀντιφάνης μὲν γὰρ ἐν Ἀγροικίσιν ἔφη (II 14 K)· Ἁρμόδιος ἐπεκαλεῖτο, παιὰν ᾔδετο, μεγάλην Διὸς Σωτῆρος ἄκατον ἦρέ τις. Ἄλεξις δ’ ἐν Τοκιστῇ ἢ Καταψευδομένῳ (ib. 382)· ἀλλ’ ἔγχεον αὐτῷ Διός γε τήνδε Σωτῆρος, θεῶν θνητοῖς ἁπάντων χρησιμωτάτου πολύ. Β. ὁ Ζεὺς ὁ σωτήρ, ἂν ἐγὼ διαρραγῶ, οὐδέν μ’ ὀνήσει. Α. πῖθι θαρρῶν. Νικόστρατος Πανδρόσῳ (ib. 224)· κἀγώ, φιλτάτη· μετανιπτρίδ’ αὐτῷ τῆς Ὑγιείας ἔγχεον. Β. λαβὲ τῆς Ὑγιείας δὴ σύ. Α. φέρε, τύχἀγαθῇ. τύχη τὰ θνητῶν πράγμαθ᾽, ἡ πρόνοια δὲ τυφλόν τι κἀσύντακτόν ἐστιν, ὦ πάτερ. ἐν δὲ τῷ αὐτῷ δράματι καὶ τῆς τοῦ Ἀγαθοῦ Δαίμονος κράσεως μνημονεύει, ἧς καὶ σχεδὸν πάντες οἱ τῆς ἀρχαίας κωμῳδίας ποιηταί. ἀλλ’ ὅ γε Νικόστρατος οὕτως φησίν (ib.)· ἄλλ’ ἐγχέασα θᾶττον Ἀγαθοῦ Δαίμονος ἀπενεγκάτω μοι τὴν τράπεζαν ἐκποδών. ἱκανῶς κεχόρτασμαι γάρ. Ἀγαθοῦ Δαίμονος δέχομαι. λαβοῦσ’ ἀπένεγκε ταύτην ἐκποδών. Ξέναρχος ἐν Διδύμοις (ib. 468)· ὡς ὑπό τι νυστάζειν γε καὐτὸς ἄρχομαι· ἡ τἀγαθοῦ γὰρ Δαίμονος συνέσεισέ με ἄκρατος ἐκποθεῖσα φιάλη παντελῶς. ἡ τοῦ δὲ Σωτῆρος Διὸς τάχιστά γε ἀπώλεσε ναύτην καὶ κατεπόντωσέν μ᾽, ὁρᾷς. Ἔριφος Μελιβοίᾳ (ib. 430)· ἐκπεπήδηκας πρὶν Ἀγαθοῦ πρῶτον Δαίμονος λαβεῖν, πρὶν Διὸς σωτῆρος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi