Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 15

51 τούτων λεχθέντων ὁ Δημόκριτος ἔφη· ‘ἀλλὰ μὴν καὶ τὸ ὑπὸ τοῦ πολυμαθεστάτου γραφὲν Ἀριστοτέλους εἰς Ἑρμείαν τὸν Ἀταρνέα οὐ παιάν ἐστιν, ὡς ὁ τὴν τῆς ἀσεβείας κατὰ τοῦ φιλοσόφου γραφὴν ἀπενεγκάμενος Δημόφιλος εἰς αἰδωτε παρασκευασθεὶς ὑπ’ Εὐρυμέδοντος, ὡς ἀσεβοῦντος καὶ ᾄδοντος ἐν τοῖς συσσιτίοις ὁσημέραι εἰς τὸν Ἑρμείαν παιᾶνα. ὅτι δὲ παιᾶνος οὐδεμίαν ἔμφασιν παρέχει τὸ ἆσμα, ἀλλὰ τῶν σκολίων ἕν τι καὶ αὐτὸ εἶδός ἐστιν ἐξ αὐτῆς τῆς λέξεως φανερὸν ὑμῖν ποιήσω (fr. 6 B)· Ἀρετὰ πολύμοχθε γένει βροτείῳ, θήραμα κάλλιστον βίῳ, σᾶς πέρι, παρθένε, μορφᾶς καὶ θανεῖν ζηλωτὸς ἐν Ἑλλάδι πότμος καὶ πόνους τλῆναι μαλεροὺς ἀκάμαντας· τοῖον ἐπὶ φρένα βάλλεις καρπόν τ’ ἀθάνατον χρυσοῦ τε κρείσσω καὶ γονέων μαλακαυγήτοιό θ’ ὕπνου. σεῦ δ’ ἕνεχ’ οὑκ Διὸς Ἡρακλέης Λήδας τε κοῦροι πόλλ’ ἀνέτλασαν ἔργοις σὰν ἀγρεύοντες δύναμιν. σοῖς δὲ πόθοις Ἀχιλεὺς Αἴας τ’ Ἀίδα δόμον ἦλθον. σᾶς δ’ ἕνεκεν φιλίου μορφᾶς καὶ Ἀταρνέος ἔντροφος ἠελίου χήρωσεν αὐγάς. τοιγὰρ ἀοίδιμον ἔργοις ἀθάνατόν τέ μιν αὐξήσουσι Μοῦσαι, Μνημοσύνης θύγατρες, Διὸς ξενίου σέβας αὔξουσαι φιλίας τε γέρας βεβαίας.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi