Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 15

6 ἕτερον δ’ ἐστὶν εἶδος παιδιᾶς τῆς ἐν λεκάνῃ, αὕτη δ’ ὕδατος πληροῦται, ἐπινεῖ δὲ ἐπ’ αὐτῆς ὀξύβαφα κενά, ἐφ’ ἃ βάλλοντες τὰς λατάγας ἐκ καρχησίων ἐπειρῶντο καταδύειν ἀνῃρεῖτο δὲ τὰ κοττάβια ὁ πλείω καταδύσας. Ἀμειψίας Ἀποκοτταβίζουσιν· ἡ Μανία, φέρ’ ὀξύβαφα καὶ κανθάρους καὶ τὸν ποδανιπτῆρ᾽, ἐγχέασα θὔδατος. Κρατῖνος ἐν Νεμέσει· τὸ δὲ κοττάβιον προθέντα συμποτικοῖσι νόμοις τοῖς ἐπινέουσιν ὀξυβάφοισιν ἐμβάλλειν ποτόν, τῷ δὲ βαλόντι πλεῖστανέμειν τύχης τόδ’ ἆθλον. Ἀριστοφάνης Δαιταλεῦσιν ἔγνωκ’· ἐγὼ δὲ χαλκίον ʽτοῦτ’ ἐστὶν κοττάβειον ἱστάναἰ καὶ μυρρίνας. Ἕρμιππος Μοίραις· χλανίδες δ’ οὖλαι καταβέβληνται, θώρακα δ’ ἅπας ἐμπερονᾶται, κνημὶς δὲ περὶ σφυρὸν ἀρθροῦται, βλαύτης δ’ οὐδεὶς ἔτ’ ἔρως λευκῆς, ῥάβδον δ’ ὄψει τὴν κοτταβικὴν ἐν τοῖς ἀχύροισι κυλινδομένην, μάνης δ’ οὐδὲν λατάγων ἀίει· τὴν δὲ τάλαιναν πλάστιγγ’ ἂν ἴδοις παρὰ τὸν στροφέα τῆς κηπαίας ἐν τοῖσι κορήμασιν οὖσαν. Ἀχαιὸς δ’ ἐν Λίνῳ περὶ τῶν Σατύρων λέγων φησὶν ῥιπτοῦντες, ἐκβάλλοντες, ἀγνύντες, τί μ’ οὐ λέγοντες; ὦ κάλλιστον Ἡρακλεῖ λάταξ. τοῦτο δὲ λέγοντες παρ’ ὅσον τῶν ἐρωμένων ἐμέμνηντο ἀφιέντες ἐπ’ αὐτοῖς τοὺς λεγομένους κοσσάβους, διὸ καὶ Σοφοκλῆς ἐν Ἰνάχῳ Ἀφροδισίαν εἴρηκε τὴν λάταγα· ξανθὴ δ’ Ἀφροδισία λάταξ πᾶσιν ἐπεκτύπει δόμοις. καὶ Εὐριπίδης ἐν Πλεισθένει· πολὺς δὲ κοσσάβων ἀραγμὸς Κύπριδος προσῳδὸν ἀχεῖ μέλος ἐν δόμοισιν. καὶ Καλλίμαχος δέ φησι· πολλοὶ καὶ φιλέοντες Ἀκόντιον ἧκαν ἔραζε οἰνοπόται Σικελὰς ἐκ κυλίκων λάταγας,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi