Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 15

55 καὶ ὁ Κύνουλκος· πολλοί τινες παρῳδιῶν ποιηταὶ γεγόνασιν, ὦ ἑταῖρε ἐνδοξότατος δ’ ἦν Εὔβοιος ὁ Πάριος, γενόμενος τοῖς χρόνοις κατὰ Φίλιππον. οὗτός ἐστιν ὁ καὶ Ἀθηναίοις λοιδορησάμενος, καὶ σῴζεται αὐτοῦ τῶν παρῳδιῶν βιβλία τέσσαρα, μνημονεύει δ’ αὐτοῦ Τίμων ἐν τῷ πρώτῳ τῶν Σίλλων. πολέμων δ’ ἐν τῷ δωδεκάτῳ τῶν πρὸς Τίμαιον περὶ τῶν τὰς παρῳδίας γεγραφότων ἱστορῶν τάδε γράφει· ‘καὶ τὸν Βοιωτὸν δὲ καὶ τὸν Εὔβοιον τοὺς τὰς παρῳδίας γράψαντας λογίους ἂν φήσαιμι διὰ τὸ παίζειν ἀμφιδεξίως καὶ τῶν προγενεστέρων ποιητῶν ὑπερέχειν ἐπιγεγονότας. εὑρετὴν μὲν οὖν τοῦ γένους Ἱππώνακτα φατέον τὸν ἰαμβοποιόν. λέγει γὰρ οὗτος ἐν τοῖς ἑξαμέτροις· Μοῦσά μοι Εὐρυμεδοντιάδεω τὴν ποντοχάρυβδιν, τὴν ἐγγαστριμάχαιραν, ὃς ἐσθίει οὐ κατὰ κόσμον, ἔννεφ᾽, ὅπως ψηφῖδι κακὸς κακὸν οἶτον ὄληται βουλῇ δημοσίῃ παρὰ θῖν’ ἁλὸς ἀτρυγέτοιο. κέχρηται δὲ καὶ Ἐπίχαρμος ὁ Συρακόσιος ἔν τισι τῶν δραμάτων ἐπ’ ὀλίγον καὶ Κρατῖνος ὁ τῆς ἀρχαίας κωμῳδίας ποιητὴς ἐν Εὐνείδαις καὶ τῶν κατ’ αὐτὸν Ἡγήμων ὁ Θάσιος, ὃν ἐκάλουν Φακῆν. λέγει γὰρ οὕτως· ἐς δὲ Θάσον μ’ ἐλθόντα μετεωρίζοντες ἔβαλλον πολλοῖσι σπελέθοισι, καὶ ὧδέ τις εἶπε παραστάς· ὦ πάντων ἀνδρῶν βδελυρώτατε, τίς σ᾽ ἀνέπεισε καλὴν ἐς κρηπῖδα ποσὶν τοιοῖσδ’ ἀναβῆναι;’ τοῖσι δ’ ἐγὼ πᾶσιν μικρὸν μετὰ τοῦτ’ ἔπος εἶπον μνῆ μ’ ἀνέπεισε γέροντα καὶ οὐκ ἐθέλοντ’ ἀναβῆναι καὶ σπάνις, ἣ πολλοὺς Θασίων εἰς· ὁλκάδα βάλλει εὐκούρων βδελυρῶν, ὀλλύντων τ’ ὀλλυμένων τε ἀνδρῶν, οἳ νῦν κεῖθι κακῶς κακὰ ῥαψῳδοῦσιν οἷς καὶ ἐγὼ σίτοιο μέγα χρῄζων ἐπίθησα. αὖθις δ’ οὐκ ἐπὶ κέρδος ἀπείσομαι, εἰς Θασίους δὲ μηδένα πημαίνων κλυτὸν ἄργυρον ἐγγυαλίξω, μὴ τίς μοι κατὰ οἶκον Ἀχαιϊάδων νεμεσήσῃ, πεσσομένης ἀλόχου τὸν ἀχάϊνον ἄρτον ἀεικῶς καί ποτέ τις εἴπῃ σμικρὸν τυροῦντ’ ἐσιδοῦσα, ὦ φίλη, ὡνὴρ μὲν παρ’ Ἀθηναίοισιν ἀείσας πεντήκοντ’ ἔλαβε δραχμάς, σὺ δὲ μικρὸν ἐπέψω., ταῦτά μοι ὁρμαίνοντι παρίστατο Παλλὰς Ἀθήνη, χρυσῆν ῥάβδον ἔχουσα, καὶ ἤλασεν εἶπέ τε φωνῇ· δεινὰ παθοῦσα, Φακῆ βδελυρά, χώρει ᾽ς τὸν ἀγῶνα. καὶ τότε δὴ θάρσησα καὶ ἤειδον πολὺ μᾶλλον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi