Kitap 15
54
καὶ μετὰ ταῦτα ἀποβλέψας εἰς αὐτὸν ἔφη· ‘ἀλλ’ ἐπειδή μοι ὀργίζῃ, ἔρχομαί σοι λέξων τὸν συρβηνέων χορὸν ὅστις ἐστί.’ καὶ ὁ Οὐλπιανὸς ‘οἴει γάρ, ἔφη, κάθαρμα, θυμοῦσθαί με ἐφ᾽ οἷς εἴρηκας ἢ κἀπ’ ὀλίγον σου πεφροντικέναι, κύον ἀδδεές Il. 22.481 ; ἀλλ’ ἐπεὶ διδάσκειν μέ τι ἐπαγγέλλῃ, σπονδάς σοι ποιοῦμαι οὐ τριακοντούτιδας ἀλλ᾽ ἑκατοντούτιδας. σὺ δὲ μόνον δίδασκε τίς ὁ συρβηνέων χορός.’ καὶ ὅς· ‘Κλέαρχος, ὦ λῷστε, ἐν δευτέρῳ περὶ Παιδείας οὑτωσί φησιν (FHG II 313)· ‘λείπεταί τις ὁ συρβηνέων χορός, ὧν ἕκαστος τὸ δοκοῦν ἑαυτῷ κατᾳσαι δεῖ, προσέχων οὐδὲν τῷ προκαθημένῳ καὶ διδάσκοντι τὸν χορόν, ἀλλ’ αὐτὸς πολὺ τούτων ἀτακτότερός ἐστιν θεατής.’ καὶ κατὰ τὸν παρῳδὸν Μάτρωνα (fr. 6 Brandt)· οἳ μὲν γὰρ δὴ πάντες ὅσοι πάρος ἦσαν ἄριστοι (Il. 11.825), Εὔβοιός τε καὶ Ἑρμογένης δῖοί τε Φίλιπποι (Il. 10.429), οἳ μὲν δὴ τεθνᾶσι καὶ εἰν Ἀίδαο δόμοισιν (Il. 23.52)· ἔστι δέ τις Κλεόνικος, ὃν ἀθάνατον λάχε γῆρας, οὔτε ποιητάων ἀδαήμων οὔτε θεάτρων (Od. 17.283), ᾧ καὶ τεθνειῶτι λαλεῖν πόρε Φερσεφόνεια (Od. 10.490). σὺ δὲ καὶ ζῶν, καλὲ Οὐλπιανέ, πάντα μὲν ζητεῖς, λέγεις δὲ οὐδὲ ἕν. καὶ ὃς ‘τίς ἡδέως, ἔφη, τῶν ἐπῶν ....... ὦ καλέ μου ἑταῖρε, ἕως ἔτι ἐμμένομεν ταῖς σπονδαῖς.’