Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 15

58 ὅτι δὲ λυχνοῦχοι οἱ νῦν καλούμενοι φανοὶ ὠνομάζοντο Ἀριστοφάνης ἐν Αἰολοσίκωνι παρίστησιν καὶ διαστίλβονθ’ ὁρῶμεν ὥσπερ, ἐν καινῷ λυχνούχῳ, πάντα τῆς ἐξωμίδος, ἐν δὲ τῷ δευτέρῳ Νιόβῳ προειπὼν λυχνοῦχον οἴμοι κακόδαιμον φησίν, ὁ λύχνος ἡμῖν οἴχεται. εἶτ’ ἐπιφέρει· καὶ πῶς ὑπερβὰς τὸν λυχνοῦχον οἴχεται κἄλαθέ σε; ἐν δὲ τοῖς ἑξῆς καὶ λυχνίδιον αὐτὸν καλεῖ διὰ τούτων ἀλλ’ ὥσπερ λύχνος ὁμοιότατα κάθευδ’ ἐπὶ τοῦ λυχνιδίου. Πλάτων δ’ ἐν Νυκτὶ Μακρᾷ· ἕξουσιν οἱ πομπεῖς λυχνούχους δηλαδή. Φερεκράτης Δουλοδιδασκάλῳ · ἄνυσὸν ποτ’ ἐξελθών, σκότος γὰρ γίγνεται, καὶ τὸν λυχνοῦχον ἔκφερ’ ἐνθεὶς τὸν λύχνον. Ἄλεξις δ’ Ἐκκηρυττομένῳ· ὥστ’ ἐξελὼν ἐκ τοῦ λυχνούχου τὸν λύχνον μικροῦ κατακαύσας ἔλαθ’ ἑαυτόν, ὑπὸ μάλης τῇ γαστρὶ μᾶλλον τοῦ δέοντος προσαγαγών. Εὐμήδης δ’ ἐν Σφαττομένῳ προειπών ἡγοῦ μὲν ἢν δὲ . υ?κνον εἰς τὸ πρόσθ’ ἰδὼν ατο ϋμένιδι ς, ἐπιφέρει· λυχνούχῳ κο Ἐπικράτης δ’ ἐν Τριόδοντι ἢ Ῥωποπώλῃ προειπών λαβὲ τριόδοντα καὶ λυχνοῦχον, ἐπιφέρει· ἐγὼ δὲ δεξιᾷ γε τόνδ’ ἔχω τινά, σιδηρότευκτον ἐναλίων θηρῶν βέλος, κερατίνου τε φωσφόρου λύχνου σέλας, Ἄλεξις Μίδωνι· ὁ πρῶτος εὑρὼν μετὰ λυχνούχου περιπατεῖν τῆς νυκτὸς ἦν τις κηδεμὼν τῶν δακτύλων.
59 ἐν δὲ Θεοφορήτῳ ὁ αὐτὸς Ἄλεξις· οἶμαὶ γ’ ἐπιτιμᾶν τῶν ἀπαντώντων τινὰς ἡμῖν ὅτι τηνικαῦτα μεθύων περιπατῶ, ποῖος γάρ ἐστιν φανός, ὦ πρὸς τῶν θεῶν, τοιοῦτος οἷος ὁ γλυκύτατος ἥλιος; Ἀναξανδρίδης δὲ ἐν Ὕβρει· οὔκουν λαβὼν τὸν φανὸν ἅψεις μοι λύχνον; ἄλλοι δὲ ἔφασκον φανὸν λέγεσθαι τὴν λαμπάδα, οἱ δὲ τὴν ἔκ τινων ξύλων τετμημένων δέσμην. Μένανδρος ᾽ Ἀνεψιοῖς ὁ φανός ἐστι μεστὸς ὕδατος οὑτοσί· δεῖ τ’ οὐχὶ σείειν, ἀλλ’ ἀποσείειν αὐτόθεν Νικόστρατος ἐν Πατριώταις· ὁ κάπηλος γὰρ οὑκ τῶν γειτόνων ἄν τ’ οἶνον ἄν τε φανὸν ἀποδῶταί τινι ἂν τ’ ὄξος, ἀπέπεμψ’ ὁ κατάρατος δοὺς ὕδωρ. Φιλιππίδης Συμπλεούσαις· ὁ φανὸς ἡμῖν οὐκ ἔφαινεν οὐδὲ ἕν. β. ἔπειτα φυσᾶν δυστυχὴς οὐκ ἠδύνω;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi