Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 15

56 πεποίηκε δὲ παρῳδίας καὶ Ἕρμιππος ὁ τῆς ἀρχαίας κωμῳδίας ποιητής. τούτων δὲ πρῶτος εἰσῆλθεν εἰς τοὺς ἀγῶνας τοὺς θυμελικοὺς Ἡγήμων καὶ παρ’ Ἀθηναίοις ἐνίκησεν ἄλλαις τε παρῳδίαις καὶ τῇ Γιγαντομαχίᾳ. γέγραφε δὲ καὶ κωμῳδίαν εἰς τὸν ἀρχαῖον τρόπον, ἣν ἐπιγράφουσιν Φιλίνην. ὁ δὲ Εὔβοιος πολλὰ μὲν εἴρηκεν ἐν τοῖς ποιήμασιν χαρίεντα, περὶ μὲν τῆς τῶν βαλανέων μάχης (fr. 1 Brandt)· βάλλον δ’ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν (Il. 18.534). περὶ δὲ τοῦ λοιδορουμένου κουρέως τῷ κεραμεῖ τῆς γυναικὸς χάριν (fr. 2)· μήτε σὺ τόνδ’ ἀγαθός περ ἐὼν ἀποαίρεο, κουρεῦ, μήτε σύ, Πηλείδη (Il. 1.275. 77). ὅτι δὲ ἦν τις περὶ αὐτοὺς δόξα παρὰ τοῖς Σικελιώταις Ἀλέξανδρος ὁ Αἰτωλὸς ὁ τραγῳδοδιδάσκαλος ποιήσας ἐλεγεῖον τρόπον τοῦτον δηλοῖ (p. 230 M)· ὡς Ἀγαθοκλῆος λάσιαι φρένες ἤλασαν ἔξω πατρίδος. ἀρχαίων ἦν ὅδ’ ἀνὴρ προγόνων, εἰδὼς ἐκ νεότητος ἀεὶ ξείνοισιν ὁμιλεῖν ξεῖνος· Μιμνέρμου δ’ εἰς ἔπος ἄκρον ἰὼν παιδομανεῖ σὺν ἔρωτι πότην ἶσον. ἔγραφε δ’ ὡνὴρ εὖ παρ’ Ὁμηρείην ἀγλαίην ἐπέων πισσύγγους ἢ φῶρας ἀναιδέας ἤ τινα χλούνην, φλύων ἀνθηρῇ σὺν κακοδαμονίῃ. τοῖα Συρηκοσίοις καὶ ἔχων χάριν. ὃς δὲ Βοιωτοῦ ἔκλυεν, Εὐβοίῳ τέρψεται οὐδ’ ὀλίγον.’

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi