Kitap 15
57
πολλῶν οὖν ἑκάστοτε τοιούτων λεγομένων, ἐπεί ποτε ἑσπέρα κατελάμβανεν ἡμᾶς, ὃ μέν τις ἔλεγεν ‘παῖ, λυχνίον᾽, ὃ δὲ λυχνέα, ὃ δὲ λοφνίδα, οὕτω καλεῖσθαι φάσκων τὴν ἐκ τοῦ φλοιοῦ λαμπάδα, ὃ δὲ πανόν, ἄλλος δὲ φανόν, ὃ δὲ λυχνοῦχον, ὃ δὲ λύχνον, καὶ δίμυξον δὲ λύχνον ἕτερος, ἄλλος δὲ ἑλάνην, ὃ δέ τις ἑλάνας, τὰς λαμπάδας οὕτω φάσκων καλεῖσθαι παρὰ τὴν ἕλην· οὕτω δ’ εἰπεῖν Νεάνθην ἐν αʹ τῶν περὶ Ἄτταλον Ἱστοριῶν (FHG III 4)· καὶ ἄλλος ὅ τι δή ποτε, ὡς τάραχον γίνεσθαι οὐ τὸν τυχόντα τῶν ἐπὶ τούτοις πίστεων παρὰ πάντων λεγομένων. Σιληνὸν μὲν γάρ τις τὸν γλωσσογράφον ἔφασκεν Ἀθηναίους λέγειν τὰς λαμπάδας φανούς. Τιμαχίδας δὲ ὁ Ῥόδιος δέλετρον τὸν φανὸν καλεῖσθαι, οἷον, φησίν, οἱ νυκτερευόμενοι τῶν νέων ἔχουσιν ... οὓς οὗτοι ἑλάνας καλοῦσιν. Ἀμερίας δὲ γράβιον τὸν φανόν. Σέλευκος δὲ οὕτως ἐξηγεῖται ταύτην τὴν λέξιν· ‘γράβιόν ἐστιν τὸ πρίνινον ἢ δρύινον ξύλον, ὃ περιεθλασμένον καὶ κατεσχισμένον ἐξάπτεσθαι καὶ φαίνειν τοῖς ὁδοιποροῦσιν. Θεοδωρίδας γοῦν ὁ Συρακόσιος ἐν Κενταύροις διθυράμβῳ φησίν (anth. Bergk. p. 521)· πίσσα δ’ ἀπὸ γραβίων ἔσταζεν, οἷον ἀπὸ .... λαμπάδων. μνημονεύει δὲ γραβίων καὶ Στράττις ἐν Φοινίσσαις (I 726 K).
58
ὅτι δὲ λυχνοῦχοι οἱ νῦν καλούμενοι φανοὶ ὠνομάζοντο Ἀριστοφάνης ἐν Αἰολοσίκωνι παρίστησιν (ib. 394)· καὶ διαστίλβονθ’ ὁρῶμεν, ὥσπερ ἐν κενῷ λυχνούχῳ, πάντα τῆς ἐξωμίδος. ἐν δὲ τῷ δευτέρῳ Νιόβῳ προειπὼν λυχνοῦχον (ib. 463)