Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 15

60 Φερεκράτης δὲ ἐν Κραπατάλλοις τὴν νῦν λυχνίαν καλουμένην λύχνειον κέκληκεν διὰ τούτων (I 169 K)· τίς τῶν λυχνείων ἡ ᾽ργασία; Β. Τυρρηνική. ποικίλαι γὰρ ἦσαν αἱ παρὰ τοῖς Τυρρηνοῖς ἐργασίαι, φιλοτέχνων ὄντων τῶν Τυρρηνῶν. Ἀντιφάνης δ’ Ἱππεῦσι (II 54 K)· τῶν δ’ ἀκοντίων συνδοῦντες ὀρθὰ τρία λυχνείῳ χρώμεθα. Δίφιλος δ’ ἐν Ἀγνοίᾳ (ib. 541)· ἅψαντες λύχνον λυχνεῖον ἐζητοῦμεν. Εὐφορίων δ’ ἐν Ἱστορικοῖς Ὑπομνήμασιν (fr. 24 M) Διονύσιόν φησι τὸν νεώτερον Σικελίας τύραννον Ταραντίνοις εἰς τὸ πρυτανεῖον ἀναθεῖναι λυχνεῖον δυνάμενον καίειν τοσούτους λύχνους ὅσος ὁ τῶν ἡμερῶν ἐστιν ἀριθμὸς εἰς τὸν ἐνιαυτόν. Ἕρμιππος δὲ ὁ κωμῳδιοποιὸς ἐν Ἰάμβοις (I 248 K) τὸ στρατιωτικὸν λυχνεῖον σύνθετον οὕτως ὀνομάζει. ἐν δὲ Φορμοφόροις δράματι (ib. 243)· τῇδ’ ἐξιόντι δεξιᾷ, ὦ λυχνίδιον. πανὸς δ’ ὀνομάζεται τὸ διακεκομμένον ξύλον καὶ συνδεδεμένον· τούτῳ δ’ ἐχρῶντο λαμπάδι. Μένανδρος Ἀνεψιοῖς (III 21 K)· οἶσ᾽ εἰσιὼν πανόν, λύχνον, λυχνοῦχον, ὅ τι πάρεστι· φῶς μόνον πολὺ ποίει. Δίφιλος Στρατιώτῃ (II 542 K)· ἀλλ’ ὁ πανὸς ὕδατός ἐστι μεστός. πρότερος δὲ τούτων Αἰσχύλος ἐν Ἀγαμέμνονι μέμνηται | τοῦ πανοῦ (296)καὶ Εὐριπίδης | ἐν Ἴωνι (195). ἔλεγον δὲ τοῦτον οἱ | πρὸ ἡμῶν καὶ ξυλολυχνοῦ- | χον, οὗ μνημονεύει Ἄλεξις | ἐν Εἰσοικιζομένῳ οὕτως (II 408 K)· fol. 371r pag. b, inde a v. 6
60 ὁ δὲ ξυλολυχνοῦχος ....
60 πυρὸς
60 νὶ
60 χ
60 ο
60 κ.......... μνημο-
60 νεύει δὲ Θεόπομπος ἐν Εἰρή-
60 νῃ λέγων οὑτωσί (I 735 K)· ‘ἡμᾶς δ᾽ ἀ-
60 παλλαχθέντας ἐπ’ ἀγαθαῖς
60 τύχαις ὀβελισκολυχνίου
60 καὶ ξιφομαχαίρας πικρᾶς
60 επακ
60 επισ
60 ασελ
60 ωτι
60 πῶς
60 μεν
60 δαίν
60 γωδ
60 ὀισπ
60 φη
60 ενο
60 νειμ
60 απτ
60 Φιλύλλιος (I 788 K)
60 π
60 δι
60 λα
60 φ

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi