Kitap 15
63
μετὰ ταῦτ’ ἤδη μελλόντων καὶ ἡμῶν ἀνίστασθαι ἐπεισῆλθον παῖδες φέροντες ὁ μέν τις θυμιατήριον, ὁ δὲ τοῦ συμποσίου δε̣ | 〈λιβ〉α〈ν〉ωτοῦ θυμίαςνι̣ πο̣ι̣ |〈ήσας〉 — — — δὴ | — — — — — ηιθυτ̣αυ̇ | — — — — — — τὰ τὸν | — — — — — α̣ν. τὴν ε̣νο̣ρ̣ οι | ὸ καὶ τόδε ε | ε̣ τοῦ θυμιατηρίου | κ̣αὶ̣ ἐ . τοῦ λἰβανωτοῦ, | τοῖς θεοῖς πᾶσι καὶ πάσαις | εὐξ̣άμενος, ἐπισπείσας | τοῦ οἴνου καὶ δοὺς κατὰ | τὸ νόμιμον τὸ ἐπιχώριον τὸ | λοιπὸν τοῦ ἀκράτου τῷ | διδόντι ἐκπιεῖν παιδὶ | τὸν εἰς τὴν Ὑγίειαν παι|ᾶνα ᾄσας τὸν ποιηθέν|τα ὑπὸ Ἀρίφρονος τοῦ Σι|κυωνίου τόνδε· Ὑγέεια, πρεσβίστα μακάρων, μετὰ σοῦ ναίοιμι τὸ λειπόμενον βιοτᾶς, σὺ δέ μοι πρόφρων σύνοικος εἴης· εἰ γάρ τις ἢ πλούτου χάρις ἢ τεκέων ἢ τᾶς ἰσοδαίμονος ἀνθρώποις βασιληίδος ἀρχᾶς ἢ πόθων, οὓς κρυφίοις Ἀφροδίτας ἄρκυσιν θηρεύομεν, ἢ εἴ τις ἄλλα θεόθεν ἀνθρώποισι τέρψις ἢ πόνων ἀμπνοὰ πέφανται, μετὰ σεῖο, μάκαιρ’ Ὑγίεια, τέθαλε πάντα καὶ λάμπει Χαρίτων ὀάροις σέθεν δὲ χωρὶς οὔτις εὐδαίμων ἔφυ. καὶ ἀσπασάμενος ἡμᾶς φιλοφρόνως ἀπομάττοντας | οἴδασιν οἱ παλαιοί. Σώπατρος γὰρ ὁ φλυακογράφος ἐν τῷ ἐπιγραφομένῳ δράματι Φακῆ λέγει οὕτως· κρεανομοῦμαι καὶ τὸν ἐκ Τυρρηνίας οἶνον σὺν ὀκτὼ λαμβάνειν ἐπίσταμαι. ταῦτα, φίλτατε Τιμόκρατες, κατὰ τὸν Πλάτωνα οὐ Σωκράτους νέου καὶ καλοῦ παίγνια, ἀλλὰ τῶν δειπνοσοφιστῶν σπουδάσματα. κατὰ γὰρ τὸν Χαλκοῦν Διονύσιον τί κάλλιον ἀρχομένοισιν ἢ καταπαυομένοις ἢ τὸ ποθεινότατον;