Kitap 15
60
ου
60
ψη
60
χρυ
60
αφά
60
ει·
60
ον
60
υ
60
διμύξου
60
ει
60
ὰ
60
σ
60
αῖ
60
.
60
α
60
.
60
.
60
ξυλολύχνου δὲ μέμνηται Ἄλεξις (supra p. 553, 6)· καὶ τάχα τούτῳ ὅμοιόν ἐστι τὸ παρὰ Θεοπόμπῳ ὀβελισκόλυχνον (sic). Φιλύλλιος δὲ (supra p. 554, 9) τὰς λαμπάδας δᾷδας καλεῖ. οὐ παλαιὸν δ’ εὕρημα λύχνος· φλογὶ δ’ οἱ παλαιοὶ τῆς τε δᾳδὸς καὶ τῶν ἄλλων ξύλων ἐχρῶντο. ‘κοιμίσαι λύχνον’ Φρύνιχος φησί (I 377 K). Νίκανδρος δ’ ὁ Κολοφώνιος κτλ’ (cf. p. 701 a)
60
.......... σω καὶ θρυαλλίδ᾽, ἢν δέῃ. καὶ Πλάτων ἐν Νυκτὶ μακρᾷ (I 624 K)·
60
ἐνταῦθ’ ἐπ’ ἄκρων τῶν κροτάφων ἕξει λύχνον
60
δίμυξον. μνημονεύει τοῦ διμύξου λύχνου καὶ Μεταγένης ἐν Φιλοθύτῃ (ib. 708) καὶ Φιλωνίδης ἐν Κοθόρνοις (ib. 255). Κλείταρχος δ’ ἐν ταῖς Γλώσσαις λοφνίδα φησὶ καλεῖν Ῥοδίους τὴν ἐκ τοῦ φλοιοῦ τῆς ἀμπέλου λαμπάδα. Ὅμηρος δὲ τὰς λαμπάδας δετὰς ὀνομάζει (Il. 11.554)·
60
καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ. ἑλάνη δὲ ἡ λαμπὰς καλεῖται, ὡς Ἀμερίας φησίν. Νίκανδρος δ’ ὁ Κολοφώνιος (fr. 89 Schn) ἑλάνην τὴν τῶν καλάμων δέσμην. λύχνα δὲ οὐδετέρως εἴρηκεν Ἡρόδοτος ἐν δευτέρᾳ Ἱστοριῶν (c. 62). λυχνοκαυτίαν δὲ ἣν οἱ πολλοὶ λέγουσιν λυχναψίαν Κηφισόδωρος ἐν Ὑί (I 802 K).
60
καὶ ὁ Κύνουλκος αἰεί ποτε τῷ Οὐλπιανῷ ἀντικορυσσόμενος ἔφη· ‘ἐμοὶ δέ, παῖ δωρόδειπνε, ἀσσαρίου κανδήλας πρίω, ἵνα κἀγὼ κατὰ τὸν καλὸν Ἀγάθωνα (fr. 15 N) ἀναφωνήσω τάδε τὰ τοῦ ἡδίστου Ἀριστοφάνους (I 544 K)·
60
ἐκφέρετε πεύκας κατ’ Ἀγάθωνα φωσφόρους.’ καὶ ταῦτ’ εἰπὼν οὐρὰν ὑπίλας ὑπὸ λεοντόπουν βάσιν (Eur. fr. 540 N), ὑπεξῆλθεν τοῦ συμποσίου ὑπνηλὸς κάρτα γενόμενος.