Kitap 15
63
μετὰ ταῦτ’ ἤδη μελλόντων καὶ ἡμῶν ἀνίστασθαι ἐπεισῆλθον παῖδες φέροντες ὃ μέν τις θυμιατήριον, ὃ δὲ — — — — f. 372v pag. a τοῦ συμποσίου ...... δε̣ | λιβανωτοῦ ...... ιμ̣πο̣ι̣ | . — — — — — . δὴ ... | — — — — — ηιθυτ̣α. | — — — — — — τὰ τὸν | — — — — — αν. τήν ...... ε̣νο̣ρ̣ ..... οι | ...... ὸ ..... καὶ τόδε ε | .... ε̣ . τοῦ θυμιατηρίου | ...... κ̣αὶ̣ ἐ . τοῦ λιβανωτοῦ, | τοῖς θεοῖς πᾶσι καὶ πάσαις | εὐξ̣άμενος, ἐπισπείσας | τοῦ οἴνου καὶ δοὺς κατὰ | τὸ νόμιμον τὸ ἐπιχώριον τὸ | λοιπὸν τοῦ ἀκράτου τῷ | διδόντι ἐκπιεῖν παιδὶ | τὸν εἰς τὴν Ὑγίειαν παι|ᾶνα ᾄσας τὸν ποιηθέν|τα ὑπὸ Ἀρίφρονος τοῦ Σι|κυωνίου τόνδε (PL III 595 B4)· Ὑγίεια, πρεσβίστα μακάρων, μετὰ σοῦ ναίοιμι τὸ λειπόμενον βιοτᾶς, σὺ δέ μοι πρόφρων σύνοικος εἰ γάρ τις ἢ πλούτου χάρις ἢ τεκέων [εἴης· ἢ τᾶς ἰσοδαίμονος ἀνθρώποις βασιληίδος ἀρχᾶς ἢ πόθων, οὓς κρυφίοις Ἀφροδίτας ἄρκυσιν θηρεύομεν, ἢ εἴ τις ἄλλα θεόθεν ἀνθρώποισι τέρψις ἢ πόνων ἀμπνοὰ πέφανται, μετὰ σεῖο, μάκαιρ’ Ὑγίεια, τέθαλε πάντα καὶ λάμπει Χαρίτων ὄαροι· σέθεν δὲ χωρὶς οὔτις εὐδαίμων ἔφυ. καὶ ἀσπα|σάμενος ἡμᾶς φιλοφρόνως ... ἀπομάττοντας ... | — — — οἴδασιν οἱ παλαιοί. Σώπατρος γὰρ ὁ φλυακογράφος ἐν τῷ ἐπιγραφομένῳ δράματι Φακῆ λέγει οὕτως· κρεανομοῦμαι καὶ τὸν ἐκ Τυρρηνίας οἶνον σὺν ὀκτὼ λαμβάνειν ἐπίσταμαι. ταῦτα, φίλτατε Τιμόκρατες, κατὰ τὸν Πλάτωνα (ep. 2 p. 314c) οὐ Σωκράτους νέου καὶ καλοῦ παίγνια, ἀλλὰ τῶν δειπνοσοφιστῶν σπουδάσματα. κατὰ γὰρ τὸν Χαλκοῦν Διονύσιον (fr. 6 B)· τί κάλλιον ἀρχομένοισιν ἢ καταπαυομένοις ἢ τὸ ποθεινότατον;