Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 2

15 τῶν δ’ ἄλλων ὑδάτων τὰ μὲν ἐκ πετρῶν φερόμενα δνοφερὰ καλεῖ (Il. 9.15) ὡς ἀχρεῖα δηλονότι· τὰ δὲ κρηναῖα καὶ διὰ πλείονος γῆς καὶ εὐκάρπου φερόμενα τῶν ἄλλων προκρίνει, ὡς καὶ Ἡσίοδος (opp. 595)· κρήνης ἀενάου καὶ ἀπορρύτου, ἥ τ’ ἀθόλωτος. καὶ Πίνδαρος (fr. 198 B4)· μελιγαθὲς ἀμβρόσιον ὕδωρ Τιλφώσσας ἀπὸ καλλικρήνου. κρήνη δ’ ἐν Βοιωτίᾳ ἡ Τιλφῶσσα· ἀφ’ ἧς Ἀριστοφάνης φησὶ (om. FHG) Τειρεσίαν πιόντα διὰ γῆρας οὐχ ὑπομείναντα τὴν ψυχρότητα ἀποθανεῖν. Θεόφραστος δέ φησιν ἐν τῷ περὶ ὑδάτων (fr. 159 W) τὸ Νείλου ὕδωρ πολυγονώτατον καὶ γλυκύτατον· διὸ καὶ λύειν τὰς κοιλίας τῶν πινόντων μῖξιν ἔχον λιτρώδη. ἐν δὲ τῷ περὶ φυτῶν (IX 18, 10) ἐνιαχοῦ φησιν ὕδωρ γίνεσθαι παιδογόνον ὡς ἐν Θεσπιαῖς, ἐν Πύρρᾳ δὲ ἄγονον. καὶ τῶν γλυκέων δέ φησιν (fr. 159) ὑδάτων ἔνια ἄγονα ἢ οὐ πολύγονα, ὡς τὸ ἐν Φέτᾳ καὶ τὸ ἐν Πύρρᾳ. αὐχμῶν δέ ποτε γενομένων περὶ τὸν Νεῖλον ἐρρύη τὸ ὕδωρ ἰῶδες καὶ πολλοὶ τῶν Αἰγυπτίων ἀπώλοντο. μεταβάλλειν τέ φησιν οὐ μόνον τὰ πικρὰ τῶν ὑδάτων, ἀλλὰ καὶ τὸ ἁλυκὸν καὶ ὅλους ποταμούς, καθὰ τὸν ἐν Καρίᾳ, παρ’ ᾧ Ζηνοποσειδῶνος ἱερόν ἐστιν. αἴτιον δὲ τὸ πολλοὺς κεραυνοὺς πίπτειν περὶ τὸν τόπον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi