Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 2

32 ὅτι Ἡσίοδος ἐν Κήυκος γάμῳ (fr. 177 Rz) — κἂν γὰρ γραμματικῶν παῖδες ἀποξενῶσι τοῦ ποιητοῦ τὰ ἔπη ταῦτα, ἀλλ’ ἐμοὶ δοκεῖ ἀρχαῖα εἶναι — τρίποδας τὰς τραπέζας φησί. καὶ Ξενοφῶν δ’ ὁ μουσικώτατος ἐν ζʹ Ἀναβάσεως γράφει (c. 3, 21)· ‘τρίποδες εἰσηνέχθησαν πᾶσιν· οὗτοι δὲ ὅσον εἴκοσι κρεῶν μεστοὶ νενεμημένων.’ καὶ ἐπάγει· ‘μάλιστα δ’ αἱ τράπεζαι κατὰ τοὺς ξένους ἀεὶ ἐτίθεντο.’ Ἀντιφάνης (II 127 K)· ἐπεὶ δ’ ὁ τρίπους ἤρθη κατὰ χειρῶν τ’ εἴχομεν. Εὔβουλος (II 208 K) τρίποδες οὗτοι πέντε σοι καὶ πέντε — Β. πεντηκοστολόγος γενήσομαι. Ἐπίχαρμος (p. 262 L)· τί δὲ τόδ’ ἐστί; Β. δηλαδὴ τρίπους. Α. τί μὰν ἔχει πόδας τέτορας; οὔκ ἐστιν τρίπους, ἀλλ’ ἐστὶν οἶμαι τετράπους. Β. ἐστὶ δ’ ὄνομ’ αὐτῷ τρίπους, τέτοράς γε μὰν ἔχει πόδας. Α. Οἰδίπους τοίνυν ποτ’ ἦν, αἴνιγμά τοι νοεῖς. Ἀριστοφάνης (I 526 K)· τράπεζαν ἡμῖν εἴςφερε τρεῖς πόδας ἔχουσαν, τέσσαρας δὲ μὴ ᾽χέτω. Β. καὶ πόθεν ἐγὼ τρίπουν τράπεζαν λήψομαι;
33 ὅτι ἔθος ἦν ἐν τοῖς δείπνοις τῷ ἑστιάτορι κατακλιθέντι προδίδοσθαι γραμματείδιόν τι περιέχον ἀναγραφὴν τῶν παρεσκευασμένων, ἐφ’ ᾧ εἰδέναι ὅ τι μέλλει ὄψον φέρειν ὁ μάγειρος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi