Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 2

35 ὅτι Ἀγῆνα σατυρικόν τι δρᾶμα ἀμφιβάλλεται εἴτε Πύθων ἐποίησεν ὁ Καταναῖος ἢ Βυζάντιος ἢ καὶ αὐτὸς ὁ βασιλεὺς Ἀλέξανδρος.
35 φησὶν ὁ παρὰ τῷ ῥήτορι Λαρήνσιος· ‘πολλὰ ὑμεῖς οἱ Γραικοὶ ἐξιδιοποιεῖσθε ὡς αὐτοὶ ἢ ὀνομάσαντες ἢ πρῶτοι εὑρόντες· ἀγνοεῖτε δὲ ὅτι Λεύκολλος ὁ Ῥωμαίων στρατηγός, ὁ τὸν Μιθριδάτην καὶ Τιγράνην καταγωνισάμενος, πρῶτος διεκόμισεν εἰς Ἰταλίαν τὸ φυτὸν τοῦτο ἀπὸ Κερασοῦντος Ποντικῆς πόλεως. καὶ οὗτός ἐστιν ὁ καὶ τὸν καρπὸν καλέσας κέρασον ὁμωνύμως τῇ πόλει, ὡς ἱστοροῦσιν οἱ ἡμέτεροι συγγραφεῖς.’ πρὸς ὃν Δάφνος τίς φησιν· ‘ἀλλὰ μὴν παμπόλλοις χρόνοις πρεσβύτερος Λευκόλλου ἀνὴρ ἐλλόγιμος Δίφιλος ὁ Σίφνιος, γεγονὼς κατὰ Λυσίμαχον τὸν βασιλέα — εἷς δὲ οὗτος τῶν Ἀλεξάνδρου διαδόχων — μνημονεύει τῶν κερασίων λέγων· ‘τὰ κεράσια εὐστόμαχα, εὔχυλα, ὀλιγότροφα, ἐκ ψυχροῦ δὲ λαμβανόμενα εὐστόμαχα. καλλίω δὲ τὰ ἐρυθρότερα καὶ τὰ Μιλήσια· εἰσὶ γὰρ διουρητικά.’

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi