Kitap 2
40
ὅτι περὶ τῆς προφορᾶς τοῦ τόνου τῆς ἀμυγδάλης Πάμφιλος μὲν ἀξιοῖ ἐπὶ τοῦ καρποῦ βαρύνειν ὁμοίως τῷ ἀμυγδάλῳ· τὸ μέντοι δένδρον θέλει περισπᾶν, ἀμυγδαλῆ καὶ ῥοδῆ. καὶ Ἀρχίλοχος (fr. 29 B4)· ῥοδῆς τε καλὸν ἄνθος. Ἀρίσταρχος δὲ καὶ τὸν καρπὸν καὶ τὸ δένδρον ὁμοίως προφέρεται κατ’ ὀξεῖαν τάσιν. Φιλόξενος δ’ ἀμφότερον περισπᾷ. Εὔπολις (I 274 K)· ... ἀπολεῖς με, ναὶ μὰ τὴν ἀμυγδαλῆν. Ἀριστοφάνης (I 542 K)· ἄγε νυν τὰς ἀμυγδαλᾶς λαβὼν τασδὶ κάταξον τῇ κεφαλῇ σαυτοῦ λίθῳ. Φρύνιχος (I 386 K)· ἀμυγδαλῆ τῆς βηχὸς ἀγαθὸν φάρμακον. ἄλλοι δὲ ἀμυγδαλὰς ὡς καλάς. Τρύφων δὲ ἐν Ἀττικῇ προσῳδίᾳ (fr. 13 V) ἀμυγδάλην μὲν τὸν καρπὸν βαρέως, ὃν ἡμεῖς οὐδετέρως ἀμύγδαλον λέγομεν, ἀμυγδαλᾶς δὲ τὰ δένδρα, κτητικοῦ παρὰ τὸν καρπὸν ὄντος τοῦ χαρακτῆρος καὶ διὰ τοῦτο περισπωμένου.
40
ὅτι Πάμφιλος ἐν Γλώσσαις μουκηροβαγόν φησι καλεῖσθαι τὸν καρυοκατάκτην ὑπὸ τῶν Λακώνων ἀντὶ τοῦ ἀμυγδαλοκατάκτην· μουκήρους γὰρ Λάκωνες καλοῦσι τὰ ἀμύγδαλα.
41
ὅτι Ποντικῶν καλουμένων καρύων, ἃ λόπιμά τινες ὀνομάζουσι, μνημονεύει Νίκανδρος (cf. p. 54d). Ἑρμῶναξ δὲ καὶ Τιμαχίδας ἐν Γλώσσαις Διὸς βάλανόν φησι καλεῖσθαι τὸ Ποντικὸν κάρυον.
41
Ἡρακλείδης δὲ ὁ Ταραντῖνος ζητεῖ πότερον προπαρατίθεσθαι δεῖ τὰ τραγήματα, καθάπερ ἔν τισι τόποις τῶν κατὰ τὴν Ἀσίαν καὶ τὴν Ἑλλάδα γίνεται ἢ οὔ, ἀλλὰ μετὰ τὸ δεῖπνον. ἐὰν μὲν οὖν μετὰ τὸ δεῖπνον, συμβαίνει πλείονος τροφῆς κειμένης ἐν τῇ κοιλίᾳ καὶ τοῖς ἐντέροις τὰ ἐπεισφερόμενα κάρυα, χάριν τῆς πρὸς τὸ πίνειν ὁρμῆς ἐμπλεκόμενα τοῖς σιτίοις, ἐμπνευματώσεις καὶ φθορὰς τῆς τροφῆς παρασκευάζειν διὰ τὸ παρακολουθοῦν αὐτοῖς ἐπιπολαστικὸν φύσει καὶ δυσκατέργαστον· ἐξ ὧν ἀπεψίαι γίνονται καὶ κοιλίας καταφοραί.