Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 2

57 φύονται δὲ οἱ μύκητες γηγενεῖς καί εἰσιν αὐτῶν ἐδώδιμοι ὀλίγοι· οἱ γὰρ πολλοὶ ἀποπνίγουσιν. διὸ καὶ Ἐπίχαρμος παίζων ἔφη (p. 275 L)· οἷον αἱ μύκαι ἄρ’ ἐπεσκληκότες πνιξεῖσθε. Νίκανδρος δ’ ἐν Γεωργικοῖς καταλέγει καὶ τίνες αὐτῶν εἰσιν οἱ θανάσιμοι, λέγων (fr. 78 Schn)· ἐχθρὰ δ’ ἐλαίης ῥοιῆς τε πρίνου τε δρυός τ’ ἄπο πήματα κεῖται, οἰδαλέων σύγκολλα βάρη πνιγόεντα μυκήτων. φησὶ δὲ καὶ ὅτι συκέης ὁπότε στέλεχος βαθὺ κόπρῳ κακκρύψας ὑδάτεσσιν ἀειναέεσσι νοτίζοις, φύσονται πυθμέσσιν ἀκήριοι· ὧν σὺ μύκητα θρεπτὸν μή τι χαμηλὸν ἀπὸ ῥίζης προτάμοιο. τὰ δ’ ἄλλα οὐκ ἦν ἀναγνῶναι καί τε μύκητας ἀμανίτας τότ’ ἐφεύσεις, φησὶν ὁ αὐτὸς Νίκανδρος ἐν τῷ αὐτῷ. Ἔφιππος (II 263 K)· ἵν’ ὥσπερ οἱ μύκητες ἀποπνίξαιμί σε. Ἐπαρχίδης Εὐριπίδην φησὶ (FHG IV 404) τὸν ποιητὴν ἐπιδημῆσαι τῇ Ἰκάρῳ καὶ γυναικός τινος μετὰ τέκνων κατὰ τοὺς ἀγρούς, δύο μὲν ἀρρένων τελείων, μιᾶς δὲ παρθένου, φαγούσης θανασίμους μύκητας καὶ ἀποπνιγείσης μετὰ τῶν τέκνων ποιῆσαι τουτὶ τὸ ἐπίγραμμα (fr. 2 B4)· ὦ τὸν ἀγήρατον πόλον αἰθέρος, Ἥλιε, τέμνων, ἆρ’ εἶδες τοιόνδ’ ὄμματι πρόσθε πάθος; μητέρα παρθενικήν τε κόρην δισσούς τε συναίμους ἐν ταὐτῷ φέγγει μοιραδίῳ φθιμένους. Διοκλῆς ὁ Καρύστιος ἐν αʹ Ὑγιεινῶν φησιν· ‘ἄγρια ἑψήματα τεῦτλον, μαλάχη, λάπαθον, ἀκαλήφη, ἀνδράφαξυς, βολβοί, ὕδνα, μύκαι.’ —
58 ΣΙΑ. Σπεύσιππος ἐν βʹ Ὁμοίων φησὶ ἐν ὕδατι γίνεσθαι, σελίνῳ ἑλείῳ τὸ φύλλον ἐοικός. διὸ καὶ Πτολεμαῖος ὁ δεύτερος Εὐεργέτης Αἰγύπτου βασιλεύσας παρ’ Ὁμήρῳ ἀξιοῖ γράφειν (Od. 5.72)· ἀμφὶ δὲ λειμῶνες μαλακοὶ σίου ἠδὲ σελίνου. σία γὰρ μετὰ σελίνου φύεσθαι, ἀλλὰ μὴ ἴα. —

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi