Kitap 2
57
φύονται δὲ οἱ μύκητες γηγενεῖς καὶ εἰσιν αὐτῶν ἐδώδιμοι ὀλίγοι· οἱ γὰρ πολλοὶ ἀποπνίγουσιν. διὸ καὶ Ἐπίχαρμος παίζων ἔφη· οἷον αἱ μύκαι γὰρ ἐξεσκληκότ’ ἀποπνιξεῖσθέ με. Νίκανδρος δ’ ἐν Γεωργικοῖς καταλέγει καὶ τίνες αὐτῶν εἰσιν οἱ θανάσιμοι, λέγων ἐχθρὰ δ’ ἐλαίης ῥοιῆς τε πρίνου τε δρυὸς τ’ ἄπο πήματα κεῖται, οἰδαλέων σύγκολλα βάρη πνιγόεντα μυκήτων. φησὶ δὲ καὶ ὅτι συκέης ὁπότε στέλεχος βαθὺ κόπρῳ κακκρύψας ὑδάτεσσιν ἀειναέεσσι νοτίζοις, φύσονται πυθμέσσιν ἀκήριοι· ὧν σὺ μύκητα θρεπτὸν μή τι χαμηλὸν ἀπὸ ῥίζης προτάμοιο. τὰ δ’ ἄλλα οὐκ ἦν ἀναγνῶναι. καί τε μύκητας ἀμανίτας τότ’ ἐφεύσεις, φησὶν ὁ αὐτὸς Νίκανδρος ἐν τῷ αὐτῷ. ἔφιππος· ἵν’ ὥσπερ οἱ μύκητες ἀποπνίξαιμί σε. Ἐπαρχίδης Εὐριπίδην φησὶ τὸν ποιητὴν ἐπιδημῆσαι τῇ Ἰκάρῳ καὶ γυναικός τινος μετὰ τέκνων κατὰ τοὺς ἀγρούς, δύο μὲν ἀρρένων τελείων, μιᾶς δὲ παρθένου, φαγούσης θανασίμους μύκητας καὶ ἀποπνιγείσης μετὰ τῶν τέκνων ποιῆσαι τουτὶ τὸ ἐπίγραμμα· ὦ τὸν ἀγήρατον πόλον αἰθέρος, Ἥλιε, τέμνων, , ἆρ’ εἶδες τοιόνδ’ ὄμματι πρόσθε πάθος; μητέρα παρθενικήν τε κόρην δισσούς τε συναίμους ἐν ταὐτῷ φέγγει μοιραδίῳ φθιμένους. Διοκλῆς ὁ Καρύστιος ἐν αʹ Ὑγιεινῶν φησιν ἄγρια ἑψήματα τεῦτλον, μαλάχη, λάπαθον, ἀκαλήφη, ἀνδράφαξυς, βολβοί, ὕδνα, μύκαι.
58
᾽ σία. Σπεύσιππος ἐν β’ Ὁμοίων φησὶ ἐν ὕδατι γίνεσθαι, σελίνῳ ἑλείῳ τὸ φύλλον ἐοικός. διὸ καὶ Πτολεμαῖος ὁ δεύτερος Εὐεργέτης Αἰγύπτου βασιλεύσας παρ’ Ὁμήρῳ ἀξιοῖ γράφειν ἀμφὶ δὲ λειμῶνες μαλακοὶ σίου ἠδὲ σελίνου. σία γὰρ μετὰ σελίνου φύεσθαι, ἀλλὰ μὴ ἴα.