Kitap 2
68
ΚΙΧΛΑΙ. καὶ τούτων ἦσαν καὶ ἄλλων ὀρνίθων ἀγέλαι ἐν τοῖς προπόμασι. Τηλεκλείδης (I 209 v. 12 K)· ὀπταὶ δὲ κίχλαι μετ’ ἀμητίσκων εἰς τὸν φάρυγ᾽ εἰσεπέτοντο. Συρακούσιοι δὲ τὰς κίχλας κιχήλας λέγουσιν. Ἐπίχαρμος (p. 281 L)· τάς τ’ ἐλαιοφιλοφάγους κιχήλας. μέμνηται τούτων καὶ Ἀριστοφάνης ἐν Νεφέλαις (v. 339). τρία δὲ γένη κιχλῶν Ἀριστοτέλης εἶναι ἱστορεῖ (h. a. IX p. 617 a 18), ὧν τὴν πρώτην καὶ μεγίστην κίσσῃ πάρισον εἶναι, ἣν καὶ καλεῖσθαι ἰξοφάγον, ἐπειδὴ ἰξὸν ἐσθίει· τὴν δὲ τῷ κοσσύφῳ ἴσην, ἣν ὀνομάζεσθαι τριχάδα· τὴν δὲ τρίτην ἐλαχίστην τῶν προειρημένων οὖσαν ἰλλάδα ὀνομάζεσθαι. οἳ δὲ τυλάδα λέγουσιν, ὡς Ἀλέξανδρος ἱστορεῖ ὁ Μύνδιος· ἣν καὶ συναγελαστικὴν εἶναι καὶ νεοττεύειν ὡς καὶ τὰς χελιδόνας.
68
ὅτι τὸ εἰς Ὅμηρον ἀναφερόμενον ἐπύλλιον, ἐπιγραφόμενον δὲ Ἐπικιχλίδες, ἔτυχε ταύτης τῆς προσηγορίας διὰ τὸ τὸν Ὅμηρον ᾄδοντα αὐτὸ τοῖς παισὶ κίχλας δῶρον λαμβάνειν, ἱστορεῖ Μέναιχμος ἐν τῷ περὶ τεχνιτῶν (fr. 8 M).
69
ΣΥΚΑΛΙΔΕΣ. Ἀλέξανδρος ὁ Μύνδιος ἱστορεῖ· ‘ἅτερος τῶν αἰγιθαλῶν ὑφ’ ὧν μὲν ἔλαιον καλεῖται, ὑπὸ δέ τινων πυρρίας· συκαλὶς δ᾽, ὅταν ἀκμάζῃ τὰ σῦκα.’ δύο δ’ εἶναι γένη αὐτοῦ συκαλίδα καὶ μελαγκόρυφον. Ἐπίχαρμος (p. 237 L)· ‘ἀγλαὰς συκαλλίδας.’ καὶ πάλιν (p. 240)· ἦν δ’ ἐρῳδιοί τε πολλοὶ μακροκαμπυλαύχενες τέτρακές τε σπερματολόγοι κἀγλααὶ συκαλλίδες. ἁλίσκονται δ’ αὗται τῷ τῶν σύκων καιρῷ. διὸ βέλτιον ὀνομάζοιτ’ ἂν δι’ ἑνὸς λ· διὰ δὲ τὸ μέτρον Ἐπίχαρμος διὰ δυεῖν εἴρηκεν.
70
ΣΠΙΝΟΙ. Εὔβουλος (II 214 K)· Ἀμφιδρομίων ὄντων, ἐν οἷς νομίζεται ὀπτᾶν τε τυροῦ Χερρονησίτου τόμον ἕψειν τ’ ἐλαίῳ ῥάφανον ἠγλαισμένην πνίγειν τε παχέων ἀρνίων στηθύνια τίλλειν τε φάττας καὶ κίχλας ὁμοῦ σπίνοις ὁμοῦ τε χναύειν μαινίσιν σηπίδια πιλοῦν τε πολλὰς πλεκτάνας ἐπιστρεφῶς πίνειν τε πολλὰς κύλικας εὐζωρεστέρας.