Kitap 2
71
κόψιχοι. Νικόστρατος ἢ Φιλέταιρος· τί οὖν ἀγοράσω; φράζε γάρ. β. μὴ πολυτελῶς, ἀλλὰ καθαρείως· δασύποδα, ἐὰν περιτύχῃς, ἀγόρασον καὶ νηττία ὁπόσα σὺ βούλει καὶ κίχλας καὶ κοψίχους, ὀρνιθάριά τε τῶν ἀγρίων τούτων συχνά· χάριεν γάρ. Ἀντιφάνης δὲ καὶ ψᾶρας ἐν τοῖς βρώμασι καταλέγει· μέλι, πέρδικες, φάτται, νῆτται, χῆνες, ψᾶρες, κίττα, κολοιός, κόψιχος, ὄρτυξ, ὄρνις θήλεια. πάντων ἡμᾶς λόγον ἀπαιτεῖς καὶ οὐδ’ ὁτιοῦν ἔξεστιν εἰπεῖν ἀνυπεύθυνον. ὅτι τὸ στρουθάριον παρ’ ἄλλοις τε καὶ δὴ καὶ παρ’ Εὐβούλῳ· περδίκια λαβὲ τέτταρ’ ἢ καὶ πέντε, δασύποδας δὲ τρεῖς, στρουθάριὰ θ’ οἷον ἐντραγεῖν, ἀκανθίδας, καὶ βιττάκους, σπινίδια, κερχνῇδας τά τ’ ἄλλ’ ἅττ’ ἂν ἐπιτύχῃς.