Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 2

74 ΕΛΑΙΟΝ. Σαμιακοῦ ἐλαίου μνημονεύει Ἀντιφάνης ἢ Ἄλεξις (II 134 K)· οὑτοσὶ δέ σοι τοῦ λευκοτάτου πάντων ἐλαίου Σαμιακοῦ ἐστιν μετρητής. Καρικοῦ δὲ Ὠφελίων (II 294 K)· ἐλαίῳ Καρικῷ ἀλείφεται. Ἀμύντας ἐν σταθμοῖς Περσικοῖς φησι (fr. 3 M)· ‘φέρει τὰ ὄρη τέρμινθον καὶ σχῖνον καὶ κάρυα τὰ Περσικά, ἀφ’ ὧν ποιοῦσι τῷ βασιλεῖ ἔλαιον πολύ.’ Κτησίας δ’ ἐν Καρμανίᾳ φησὶ (fr. 96 M) γίνεσθαι ἔλαιον ἀκάνθινον, ᾧ χρῆσθαι βασιλέα· ὃς καὶ καταλέγων ἐν τῷ περὶ τῶν κατὰ τὴν Ἀσίαν φόρων τούτῳ βιβλίῳ πάντα τὰ τῷ βασιλεῖ παρασκευαζόμενα ἐπὶ τὸ δεῖπνον οὔτε πεπέρεως μέμνηται οὔτε ὄξους, ‘ὃ μόνον ἄριστόν ἐστι τῶν ἡδυσμάτων.’ ἀλλὰ μὴν οὐδὲ Δίνων ἐν τῇ Περσικῇ πραγματείᾳ (FHG II 92)· ὅς γέ φησι καὶ ἅλας Ἀμμωνιακὸν ἀπ’ Αἰγύπτου ἀναπέμπεσθαι βασιλεῖ καὶ ὕδωρ ἐκ τοῦ Νείλου. ἐλαίου δὲ τοῦ ὠμοτριβοῦς καλουμένου μέμνηται Θεόφραστος ἐν τῷ περὶ ὀδμῶν φάσκων (c. 4, 14. 15) αὐτὸ γίνεσθαι ἐκ τῶν φαυλιῶν ἐλαιῶν καὶ ἐξ ἀμυγδάλων. τοῦ δὲ ἐν Θουρίοις γινομένου ἐλαίου ὡς διαφόρου μνημονεύει Ἄμφις (II 248 K)· ἐν Θουρίοις τοὔλαιον, ἐν Γέλᾳ φακῆ.
75 ΓΑΡΟΣ. Κρατῖνος (I 95 K)· ὁ τάλαρος ὑμῶν διάπλεως ἔσται γάρου. Φερεκράτης (I 197 K)· ἀνεμολύνθη τὴν ὑπήνην τῷ γάρῳ. Σοφοκλῆς Τριπτολέμῳ (fr. 545 N)· τοῦ ταριχηροῦ γάρου. Πλάτων (I 656 K)· ἐν σαπρῷ γάρῳ βάπτοντες ἀποπνίξουσί με. ὅτι δ’ ἀρσενικόν ἐστι τοὔνομα Αἰσχύλος δηλοῖ εἰπών (fr. 55 N)· καὶ τὸν ἰχθύων γάρον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi