Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 2

76 ΟΞΟΣ. τοῦτο μόνον Ἀττικοὶ τῶν ἡδυσμάτων ἦδος καλοῦσι. κάλλιστον δ’ ὄξος εἶναί φησι Χρύσιππος ὁ φιλόσοφος τό τε Αἰγύπτιον καὶ τὸ Κνίδιον. Ἀριστοφάνης δὲ ἐν Πλούτῳ φησίν (720)· ὄξει διέμενος Σφηττίῳ. Δίδυμος δ’ ἐξηγούμενος τὸ ἰαμβεῖόν φησιν· ‘ἴσως διότι οἱ Σφήττιοι ὀξεῖς.’ μνημονεύει δέ που καὶ τοῦ ἐκ Κλεωνῶν ὄξους ὡς διαφόρου (I 561 K)· ἐν δὲ Κλεωναῖς ὀξίδες εἰσί. καὶ Δίφιλος (II 572 K)· δειπνεῖ τε καταδύς, πῶς δοκεῖς, Λακωνικῶς, ὄξους δὲ κοτύλην — Β. πάξ. Α. τί πάξ; ὀξὶς μέτρον χωρεῖ τοσοῦτο τῶν Κλεωναίων. Φιλωνίδης (I 256 K)· τὰ καταχύσματα αὐτοῖσιν ὄξος οὐκ ἔχει. ὁ δὲ Ταραντῖνος Ἡρακλείδης ἐν τῷ Συμποσίῳ φησί· ‘τὸ ὄξος τινὰ τῶν ἐκτὸς συνιστάνει, παραπλησίως δὲ καὶ τὰ ἐν κοιλίᾳ, τὰ δ᾽ ἐν τῷ ὄγκῳ διαλύει, διὰ τὸ δηλονότι διαφόρους ἐν ἡμῖν μίγνυσθαι χυμούς.’ ἐθαυμάζετο δὲ καὶ τὸ Δεκελεικὸν ὄξος. Ἄλεξις (II 400 K)· κοτύλας τέτταρας ἀναγκάσας με μεστὰς αὐτοῦ σπάσαι ὄξους Δεκελεικοῦ δι’ ἀγορᾶς μέσης ἄγεις. λεκτέον δὲ ὀξύγαρον διὰ τοῦ ῡ καὶ τὸ δεχόμενον αὐτὸ ἀγγεῖον ὀξύβαφον· ἐπεὶ καὶ Λυσίας ἐν τῷ κατὰ Θεοπόμπου αἰκίας εἴρηκεν (fr. 111 Tur)· ‘ἐγὼ δ’ ὀξύμελι πίνω.’ οὕτως οὖν ἐροῦμεν καὶ ὀξυρόδινον.
77 ὅτι ἀρτύματα εὕρηται παρὰ Σοφοκλεῖ (fr. 609 N)· καὶ βορᾶς ἀρτύματα. καὶ παρ’ Αἰσχύλῳ (fr. 299)· διαβρέχεις τἀρτύματα. καὶ Θεόπομπος δέ φησι (FHG I 298 fr. 125)· ‘πολλοὶ μὲν ἀρτυμάτων μέδιμνοι, πολλοὶ δὲ σάκκοι καὶ θύλακοι βιβλίων καὶ τῶν ἄλλων ἁπάντων τῶν χρησίμων πρὸς τὸν βίον.’ τὸ δὲ ῥῆμα κεῖται παρὰ Σοφοκλεῖ (fr. 1014 N)· ἐγὼ μάγειρος ἀρτύσω σοφῶς. Κρατῖνος (I 101 K)· γλαῦκον οὐ πρὸς παντὸς ἀνδρός ἐστιν ἀρτῦσαι καλῶς. Εὔπολις (I 347 K)· ὄψῳ πονηρῷ πολυτελῶς ἠρτυμένῳ. ὅτι ἀρτύματα ταῦτα καταλέγει που Ἀντιφάνης (II 69 K)· ἀστάφιδος, ἁλῶν, σιραίου, σιλφίου, τυροῦ, θύμου, σησάμου, νίτρου, κυμίνου, ῥοῦ, μέλιτος, ὀριγάνου, βοτανίων, ὄξους, ἐλαῶν, εἰς ἀβυρτάκην χλόης, καππάριδος, ᾠῶν, ταρίχους, καρδάμων, θρίων, ὀποῦ. ὅτι οἴδασιν οἱ παλαοὶ τὸ Αἰθιοπικὸν καλούμενον κύμινον (cf. Plin. 19, 161. 20, 161).

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi